Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἦν μὲν οὖν ἀκμὴ χειμῶνος, ἐξέπλευσε δὲ τρισὶν Ἑλληνικοῖς μυοπάρωσι καὶ δικρότοις ἴσαις Ῥοδιακαῖς πρὸς μέγα πέλαγος καὶ ναῦς πολεμίας, πανταχόσε τῷ κρατεῖν πολλὰς διαφερομένας, παραβαλλόμενος. οὐ μὴν ἀλλὰ καὶ Κρήτην κατάρας ὠκειώσατο καὶ Κυρηναίους καταλαβὼν ἐκ τυραννίδων συνεχῶν καὶ πολέμων ταραττομένους ἀνέλαβε, καὶ κατεστήσατο τὴν πολιτείαν Πλατωνικῆς τινος φωνῆς ἀναμνήσας τὴν πόλιν, ἣν ἐκεῖνος ἀπεθέσπισε πρὸς αὐτούς.

δεομένων γὰρ, ὡς ἔοικεν, ὅπως τε νόμους γράψῃ καὶ τὸν δῆμον αὐτὸν εἰς τύπον τινὰ καταστήσῃ πολιτείας σώφρονος, ἔφη χαλεπὸν εἶναι Κυρηναίοις

p.476
οὕτως εὐτυχοῦσι νομοθετεῖν. οὐδὲν γὰρ ἀνθρώπου δυσαρκτότερον εὖ πράσσειν δοκοῦντος, οὐδʼ αὖ πάλιν δεκτικώτερον ἐπιστασίας συσταλέντος ὑπὸ τῆς τύχης, ὃ καὶ τότε Κυρηναίους νομοθετοῦντι Λουκούλλῳ πρᾴους παρέσχεν.