Lucullus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐπεὶ δʼ ἀπέλιπε τὴν συμμαχίαν ὁ Πτολεμαῖος πρὸς τὸν πόλεμον ἀποδειλιάσας, ἐκείνῳ δὲ ναῦς ἄχρι Κύπρου πομποὺς παρέσχε, καὶ περὶ τὸν ἔκπλουν αὐτὸν ἀσπαζόμενος καὶ θεραπεύων ἐδωρεῖτο χρυσένδετον σμάραγδον τῶν πολυτελῶν,

p.478
τὸ μὲν πρῶτον ὁ Λούκουλλος παρῃτεῖτο, δείξαντος δὲ τὴν γλυφὴν τοῦ βασιλέως εἰκόνα οὖσαν ἰδίαν ἐφοβήθη διώσασθαι, μὴ παντάπασιν ἐχθρὸς ἀποπλεῖν νομισθεὶς ἐπιβουλευθείη κατὰ θάλατταν.

ἐπεὶ δὲ πλῆθος ἐν παράπλῳ νεῶν ἐκ τῶν παραλίων πόλεων ἀθροίσας, πλὴν ὅσοι πειρατικῶν μετεῖχον ἀδικημάτων, εἰς τὴν Κύπρον διεπέρασεν, ἐνταῦθα πυνθανόμενος τοὺς πολεμίους ναυλοχοῦντας ἐπὶ ταῖς ἄκραις παραφυλάττειν αὑτόν, ἐνεώλκησε τὰ σκάφη πάντα, καὶ ταῖς πόλεσιν ἔγραψε περὶ χειμαδίων καὶ ἀγορᾶς, ὡς αὐτόθι τὴν ὥραν ἀναμενῶν.