Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

διὸ καὶ τὴν Νάβιδος οἰκίαν καὶ οὐσίαν ἐξαργυρισθεῖσαν καὶ γενομένην

p.298
εἴκοσι καὶ ἑκατὸν ταλάντων ἐψηφίσαντο δωρεὰν αὐτῷ δοῦναι, πρεσβείαν ὑπὲρ τούτων πέμψαντες. ἔνθα δὴ καὶ διεφάνη καθαρῶς ἐκεῖνος ὁ ἀνὴρ οὐ δοκῶν μόνον, ἀλλὰ καὶ ὢν ἄριστος, πρῶτον μὲν γὰρ οὐδεὶς ἐβούλετο τῶν Σπαρτιατῶν ἀνδρὶ τοιούτῳ
paris.1624.365
διαλέγεσθαι περὶ δωροδοκίας, ἀλλὰ δεδοικότες καὶ ἀναδυόμενοι προεβάλοντο τὸν ξένον αὐτοῦ Τιμόλαον.

ἔπειτα δὲ αὐτὸς ὁ Τιμόλαος, ὡς ἦλθεν εἰς Μεγάλην πόλιν, ἑστιαθεὶς παρὰ τῷ Φιλοποίμενι καὶ τὴν σεμνότητα τῆς ὁμιλίας αὐτοῦ καὶ τὴν ἀφέλειαν τῆς διαίτης καὶ τὸ ἦθος ἐγγύθεν οὐδαμῇ προσιτὸν οὐδὲ εὐάλωτον ὑπὸ χρημάτων κατανοήσας, ἀπεσιώπησε περὶ τῆς δωρεᾶς, ἑτέραν δέ τινα πρόφασιν τῆς πρὸς αὐτὸν ὁδοῦ ποιησάμενος ᾤχετο ἀπιών. καὶ πάλιν ἐκ δευτέρου πεμφθείς ταὐτὸν ἔπαθε.

τρίτῃ δὲ ὁδῷ μόλις ἐντυχὼν ἐδήλωσε τὴν προθυμίαν τῆς πόλεως, ὁ δὲ Φιλοποίμην ἡδέως ἀκούσας ἧκεν αὐτὸς εἰς Λακεδαίμονα, καὶ συνεβούλευσεν αὐτοῖς μὴ τοὺς φίλους καὶ ἀγαθοὺς δεκάζειν, ὧν προῖκα τῆς ἀρετῆς ἔξεστιν ἀπολαύειν, ἀλλὰ τοὺς πονηροὺς καὶ τὴν πόλιν ἐν τῷ συνεδρίῳ καταστασιάζοντας ὠνεῖσθαι καὶ διαφθείρειν, ἵνα τῷ λαβεῖν ἐπιστομισθέντες ἧττον ἐνοχλοῖεν αὐτοῖς βέλτιον γὰρ εἶναι τῶν ἐχθρῶν παραιρεῖσθαι τὴν παρρησίαν

p.300
ἢ τῶν φίλων, οὕτως μὲν ἦν πρὸς χρήματα λαμπρός.