Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ἐπὶ τούτοις ἀγαπώμενος καὶ τιμώμενος ἐκπρεπῶς ὑπὸ τῶν Ἑλλήνων ἐν τοῖς θεάτροις φιλότιμον ὄντα τὸν Τίτον ἡσυχῇ παρελύπει. καὶ γὰρ ὡς Ῥωμαίων ὕπατος ἀνδρὸς Ἀρκάδος ἠξίου θαυμάζεσθαι μᾶλλον ὑπὸ τῶν Ἀχαιῶν, καὶ ταῖς εὐεργεσίαις ὑπερβάλλειν οὐ παρὰ μικρὸν ἡγεῖτο, διʼ ἑνὸς κηρύγματος ἐλευθερώσας τὴν Ἑλλάδα, ὅση Φιλίππῳ καὶ Μακεδόσιν ἐδούλευσεν.

ἐκ δὲ τούτου καταλύεται μὲν ὁ Τίτος τῷ Νάβιδι τὸν πόλεμον, ἀποθνῄσκει δὲ ὁ Νάβις ὑπὸ Αἰτωλῶν δολοφονηθείς, τεταραγμένης δὲ τῆς Σπάρτης ὁ Φιλοποίμην ἁρπάσας τὸν καιρὸν ἐπιπίπτει μετὰ δυνάμεως, καὶ τῶν μὲν ἀκόντων, τοὺς δὲ συμπείσας προσηγάγετο καὶ μετεκόμισεν εἰς τοὺς Ἀχαιοὺς τὴν πόλιν.

οὗ γενομένου θαυμαστῶς μὲν εὐδοκίμησε παρὰ τοῖς Ἀχαιοῖς, προσκτησάμενος αὐτοῖς ἀξίωμα πόλεως τηλικαύτης καὶ δύναμιν οὐ γὰρ ἦν μικρὸν Ἀχαΐας μέρος γενέσθαι τὴν Σπάρτην, ἀνέλαβε δὲ καὶ Λακεδαιμονίων τοὺς ἀρίστους, φύλακα τῆς ἐλευθερίας ἐκεῖνον ἐλπίσαντας ἕξειν.