Philopoemen

Plutarch

Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.

ἐπεὶ δὲ πάλιν τοὺς Λακεδαιμονίους νεωτερίζειν ἀκούσας ὁ στρατηγὸς τῶν Ἀχαιῶν Διοφάνης ἐβούλετο κολάζειν, οἱ δὲ εἰς πόλεμον καθιστάμενοι διετάρασσον τὴν Πελοπόννησον, ἐπειρᾶτο πραΰνειν καὶ καταπαύειν τόν Διοφάνη τῆς ὀργῆς ὁ Φιλοποίμην, διδάσκων τόν καιρόν ὡς Ἀντιόχου τοῦ βασιλέως καὶ Ῥωμαίων ἐν τῇ Ἑλλάδι τηλικούτοις αἰωρουμένων στρατοπέδοις ἐκεῖσε χρὴ τόν ἄρχοντα τὴν γνώμην ἔχειν, τὰ δὲ οἰκεῖα μὴ κινεῖν, ἀλλὰ καὶ παριδεῖν τι καὶ παρακοῦσαι τῶν ἁμαρτανομένων.

οὐ προσέχοντος δὲ τοῦ Διοφάνους, ἀλλʼ εἰς τὴν Λακωνικὴν ἐμβαλόντος ἅμα τῷ Τίτῳ καὶ βαδιζόντων εὐθὺς ἐπὶ τὴν πόλιν, ἀγανακτήσας ὁ Φιλοποίμην, ἔργον οὐ νόμιμον οὐδʼ ἀπηκριβωμένον ἐκ τῶν δικαίων, ἀλλὰ μέγα καὶ μεγάλῳ φρονήματι τολμήσας, εἰς τὴν Λακεδαίμονα παρῆλθε καὶ τόν τε στρατηγὸν τῶν Ἀχαιῶν καὶ τόν ὕπατον τῶν Ῥωμαίων ἰδιώτης ὢν ἀπέκλεισε, τὰς δʼ ἐν τῇ πόλει ταραχὰς ἔπαυσε καὶ κατέστησε τοὺς Λακεδαιμονίους πάλιν εἰς τὸ κοινόν, ὥσπερ ἐξ ἀρχῆς ἦσαν.

χρόνῳ δὲ ὕστερον ἐγκαλέσας τι τοῖς Λακεδαιμονίοις στρατηγῶν ὁ Φιλοποίμην τὰς μὲν φυγὰς κατήγαγεν εἰς τὴν πόλιν, ὀγδοήκοντα δὲ Σπαρτιάτας ἀπέκτεινεν, ὡς Πολύβιός φησιν, ὡς δὲ

p.302
Ἀριστοκράτης, πεντήκοντα καὶ τριακοσίους.