Timoleon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

τῶν δὲ πρέσβεων παραγενομένων, οἱ Κορίνθιοι, κήδεσθαι μὲν ἀεὶ τῶν ἀποικίδων πόλεων καὶ μάλιστα τῆς Συρακουσίων εἰωθότες, οὐδενὸς

paris.1624.237
δʼ αὐτοὺς τότε τῶν Ἑλληνικῶν κατὰ τύχην παρενοχλοῦντος, ἀλλʼ ἐν εἰρήνῃ καὶ σχολῇ διάγοντες, ἐψηφίσαντο προθύμως βοηθεῖν.

ζητουμένου δὲ στρατηγοῦ καὶ τῶν ἀρχόντων γραφόντων καὶ προβαλλομένων τοὺς εὐδοκιμεῖν ἐν τῇ πόλει σπουδάζοντας, εἷς ἐκ τῶν πολλῶν ἀναστὰς ὠνόμασε Τιμολέοντα τὸν Τιμοδήμου, μήτε προσιόντα τοῖς κοινοῖς ἔτι μήτε ἐλπίδος τοιαύτης γενόμενον ἢ προαιρέσεως, ἀλλὰ θεοῦ τινος, ὡς ἔοικεν, εἷς νοῦν ἐμβαλόντος τῷ ἀνθρώπῳ·

τοσαύτη καὶ περὶ τὴν αἵρεσιν εὐθὺς ἔλαμψε τύχης εὐμένεια καὶ ταῖς ἄλλαις πράξεσιν ἐπηκολούθησε χάρις ἐπικοσμοῦσα τὴν ἀρετὴν τοῦ ἀνδρός.

ἦν μὲν οὖν γονέων ἐπιφανῶν ἐν τῇ πόλει, Τιμοδήμου καὶ Δημαρίστης, φιλόπατρις δὲ καὶ πρᾷος διαφερόντως ὅσα μὴ σφόδρα μισοτύραννος εἶναι καὶ μισοπόνηρος.