Timoleon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐν δὲ τοῖς πολέμοις οὕτω

p.268
καλῶς καὶ ὁμαλῶς ἐκέκρατο τὴν φύσιν ὥστε πολλὴν μὲν ἐν νέῳ σύνεσιν, οὐκ ἐλάττω δὲ γηρῶντος ἀνδρείαν ἐπιφαίνεσθαι ταῖς πράξεσιν.

ἀδελφὸν δʼ εἶχε Τιμοφάνην, πρεσβύτερον, οὐδὲν αὐτῷ προσόμοιον, ἀλλʼ ἔμπληκτον καὶ διεφθαρμένον ἔρωτι μοναρχίας ὑπὸ φίλων φαύλων καὶ ξένων στρατιωτικῶν ἀεὶ περὶ αὐτὸν ὄντων, ἔχειν τι δοκοῦντα ῥαγδαῖον ἐν ταῖς στρατείαις καὶ φιλοκίνδυνον.

ᾧ καὶ τοὺς πολίτας προσαγόμενος ὡς ἀνὴρ πολεμικὸς καὶ δραστήριος ἐφʼ ἡγεμονιῶν ἐτάττετο. καὶ πρὸς ταῦτα Τιμολέων αὐτῷ συνήργει, τὰ μὲν ἁμαρτήματα παντάπασιν ἀποκρύπτων ἢ μικρὰ φαίνεσθαι ποιῶν, ἃ δʼ ἡ φύσις ἐξέφερεν ἀστεῖα κατακοσμῶν καὶ συναύξων.

ἐν δὲ τῇ πρὸς Ἀργείους καὶ Κλεωναίους μάχῃ τῶν Κορινθίων ὁ μὲν Τιμολέων ἔτυχεν ἐν τοῖς ὁπλίταις τεταγμένος, τὸν δὲ Τιμοφάνην τῶν ἱππέων ἡγούμενον καταλαμβάνει κίνδυνος ὀξύς.