Timoleon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐν τούτῳ δὲ Καρχηδονίων στόλῳ μεγάλῳ παραγενομένων εἰς Σικελίαν καὶ τοῖς πράγμασιν ἐπαιωρουμένων φοβηθέντες οἱ Σικελιῶται πρεσβείαν ἐβούλοντο πέμπειν εἰς τὴν Ἑλλάδα καὶ παρὰ Κορινθίων βοήθειαν αἰτεῖν,

οὐ μόνον διὰ τὴν συγγένειαν οὐδʼ ἀφʼ ὧν ἤδη πολλάκις εὐεργέτηντο πιστεύοντες ἐκείνοις, ἀλλὰ καὶ καθόλου τὴν πόλιν ὁρῶντες φιλελεύθερον καὶ μισοτύραννον οὖσαν ἀεί, καὶ τῶν πολέμων τοὺς πλείστους καὶ μεγίστους πεπολεμηκυῖαν οὐχ ὑπὲρ ἡγεμονίας καὶ πλεονεξίας, ἀλλʼ ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας.

ὁ δʼ Ἱκέτης, ἅτε δὴ τῆς στρατηγίας ὑπόθεσιν τὴν τυραννίδα πεποιημένος, οὐ τὴν Συρακουσίων ἐλευθερίαν, κρύφα μὲν ἤδη πρὸς τοὺς Καρχηδονίους διείλεκτο, φανερῶς δὲ τοὺς

p.266
Συρακουσίους ἐπῄνει καὶ τοὺς πρέσβεις εἰς Πελοπόννησον συνεξέπεμψεν,

οὐ βουλόμενος ἐλθεῖν συμμαχίαν ἐκεῖθεν, ἀλλʼ ἐάν, ὅπερ εἰκὸς ἦν, οἱ Κορίνθιοι διὰ τὰς Ἑλληνικὰς ταραχὰς καὶ ἀσχολίας ἀπείπωσι τὴν βοήθειαν, ἐλπίζων ῥᾷον ἐπὶ τοὺς Καρχηδονίους τὰ πράγματα μετάξειν καὶ χρήσεσθαι συμμάχοις καὶ συναγωνισταῖς ἐκείνοις ἐπὶ τοὺς Συρακουσίους ἢ κατὰ τοῦ τυράννου, ταῦτα μὲν οὖν ὀλίγον ὕστερον ἐξηλέγχθη.