Publicola

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὁ δὲ συνάρχων Λουκρήτιος ἔχων τὸ κουφότατον ἐν τῇ πόλει καί γενναιότατον ἐτάχθη τοῖς ἐλαύνουσι τὴν λείαν ἱππεῦσιν ἐπιχειρεῖν, αὐτὸς δὲ τὴν ἄλλην ἀναλαβὼν στρατιὰν κύκλῳ περιῆλθε τοὺς πολεμίους, καὶ κατὰ τύχην ὁμίχλης βαθείας ἐπιπεσούσης, περὶ ὄρθρον ἅμα Ποστούμιός τε τοὺς ἐνεδρεύοντας

paris.1624.109
ἐμβοήσας ἔβαλεν ἀπὸ τῶν ἄκρων, καί τοῖς προϊππασαμένοις ἐφῆκε τοὺς περὶ αὑτὸν ὁ Λουκρήτιος, καί Ποπλικόλας προσέβαλε τοῖς στρατοπέδοις τῶν πολεμίων.

πάντη μὲν οὖν ἐκακοῦτο τ ὰ Σαβίνων καί διεφθείρετο· τοὺς δʼ ἐνταῦθα μηδʼ ἀμυνομένους, ἀλλὰ φεύγοντας, εὐθὺς ἔκτεινον οἱ Ῥωμαῖοι, τῆς ἐλπίδος αὐτοῖς ὀλεθριωτάτης

p.562
γενομένης. σῴζεσθαι γὰρ οἰόμενοι τοὺς ἑτέρους οἱ ἕτεροι τῷ μάχεσθαι καί μένειν οὐ προσεῖχον, ἀλλʼ οἱ μὲν ἐκ τῶν ἐρυμάτων πρὸς τοὺς ἐνεδρεύοντας,

οἱ δὲ πάλιν ὡς ἐκείνους εἰς τὸ στρατόπεδον θέοντες ἐναντίοι φεύγουσιν ἐνέπιπτον πρὸς οὓς ἔφευγον καί βοηθείας δεομένοις οὓς ἤλπιζον αὐτοῖς βοηθήσειν. τὸ δὲ μὴ πάντας ἀπολέσθαι τοὺς Σαβίνους, ἀλλὰ καί περιγενέσθαι τινάς ἡ Φιδηνατῶν πόλις ἐγγὺς οὖσα παρέσχε, καί μάλιστα τοῖς ἐκ τῶν στρατοπέδων, ὅθʼ ἡλίσκετο, διεκπίπτουσιν. ὅσοι δὲ Φιδηνῶν διήμαρτον διεφθάρησαν ἢ ζῶντες ἀπήχθησαν ὑπὸ τῶν λαβόντων.