Publicola

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τοὺς μὲν γὰρ οἴκους εὐθὺς ἀνέμιξε τῷ πολιτεύματι, καί χώραν ἀπένειμεν ἑκάστῳ δυεῖν πλέθρων περὶ τὸν Ἀνίωνα ποταμόν, τῷ δὲ Κλαύσῳ πλέθρα πέντε καί εἴκοσι γῆς ἔδωκεν, αὑτὸν δὲ τῇ βουλῇ προσέγραψεν, ἀρχὴν πολιτείας λαμβάνοντα ταύτην, ᾗ χρώμενος ἐμφρόνως ἀνέδραμεν εἰς τὸ πρῶτον ἀξίωμα καί δύναμιν ἔσχε μεγάλην, καί γένος οὐδενὸς ἀμαυρότερον ἐν Ῥώμῃ τὸ Κλαυδίων ἀφʼ αὑτοῦ κατέλιπε.

τὰ δὲ Σαβίνων οὕτω διακριθέντα τῷ

p.560
μετοικισμῷ τῶν ἀνδρῶν, οὐκ εἴασαν οἱ δημαγωγοῦντες ἀτρεμῆσαι καί καταστῆναι, σχετλιάζοντες εἰ Κλαῦσος ἃ παρὼν οὐκ ἔπεισε διαπράξεται φυγὰς γενόμενος καί πολέμιος, μὴ δοῦναι δίκην Ῥωμαίους ὧν ὑβρίζουσιν. ἄραντες οὖν στρατῷ μεγάλῳ περὶ Φιδήνας κατηυλίσαντο, καί τινα λόχον θέμενοι πρὸ τῆς Ῥώμης ἐν χωρίοις συνηρεφέσι καί κοίλοις δισχιλίους ὁπλίτας, ἔμελλον ἅμʼ ἡμέρᾳ φανερῶς ὀλίγοις ἱππεῦσι λείαν ἐλαύνειν.

εἴρητο δʼ αὐτοῖς, ὅταν τῇ πόλει προσελάσωσιν, ὑποφεύγειν ἕως ἐμβάλωσιν εἰς τὴν ἐνέδραν τοὺς πολεμίους· ταῦθʼ ὁ Ποπλικόλας αὐθημερὸν πυθόμενος παρʼ αὐτομόλων ταχὺ διηρμόσατο πρὸς πάντα καί διένειμε τὴν δύναμιν. Ποστούμιος μὲν γὰρ Βάλβος ὁ γαμβρὸς αὐτοῦ τρισχιλίοις ὁπλίταις ἑσπέρας ἔτι προελθὼν καί καταλαβὼν τοὺς ἀκρολόφους, ὑφʼ οἷς ἐνήδρευον οἱ Σαβῖνοι, παρεφύλαττεν·