Publicola

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τοῦτο τὸ κατόρθωμα Ῥωμαῖοι, καίπερ εἰωθότες ἅπασι τοῖς μεγάλοις ἐπιφημίζειν τὸ δαιμόνιον, ἑνὸς ἔργον ἡγοῦντο τοῦ στρατηγοῦ γεγονέναι. καὶ τῶν μεμαχημένων πρῶτον ἦν ἀκούειν ὅτι χωλοὺς καὶ τυφλοὺς αὐτοῖς καὶ μόνον οὐ καθείρξας τοὺς πολεμίους Ποπλικόλας παρέδωκε χρῆσθαι τοῖς ξίφεσιν. ἐρρώσθη δὲ καὶ χρήμασιν ὁ δῆμος ἐκ τῶν λαφύρων καὶ τῶν αἰχμαλώτων.

ὁ δὲ Ποπλικόλας τόν τε θρίαμβον ἀγαγὼν καὶ τοῖς μετʼ αὐτὸν ἀποδειχθεῖσιν ὑπάτοις παραδοὺς τὴν πόλιν εὐθὺς ἐτελεύτησεν, ὡς ἐφικτόν ἐστιν ἀνθρώποις μάλιστα τοῖς νενομισμένοις καλοῖς καὶ ἀγαθοῖς, τόν ἑαυτοῦ βίον ἐκτελειώσας. ὁ δὲ δῆμος ὥσπερ οὐδὲν εἰς ζῶντα τῶν ἀξίων πεποιηκώς, ἀλλὰ πᾶσαν ὀφείλων χάριν, ἐψηφίσατο δημοσίᾳ ταφῆναι τὸ σῶμα, καὶ τεταρτημόριον ἕκαστον ἐπὶ τιμῇ συνεισενεγκεῖν.

αἱ δὲ

p.564
γυναῖκες, ἰδίᾳ πρὸς αὑτὰς συμφρονήσασαι, διεπένθησαν ἐνιαυτὸν ὅλον ἐπὶ τῷ ἀνδρὶ πένθος ἔντιμον καὶ ζηλωτόν. ἐτάφη δὲ καὶ οὕτως τῶν πολιτῶν ψηφισαμένων ἐντὸς ἄστεος παρὰ τὴν καλουμένην Οὐελίαν, ὥστε καὶ γένει παντὶ τῆς ταφῆς μετεῖναι· νῦν δὲ θάπτεται μὲν οὐδεὶς τῶν ἀπὸ γένους, κομίσαντες δὲ τόν νεκρὸν ἐκεῖ κατατίθενται καὶ δᾷδά τις ἡμμένην λαβὼν ὅσον ὑπήνεγκεν, εἶτα ἀναιρεῖται, μαρτυρόμενος ἔργῳ τὸ ἐξεῖναι, φείδεσθαι δὲ τῆς τιμῆς, καὶ τόν νεκρὸν οὕτως ἀποκομίζουσιν.