Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- τὰ τῶν τεκόντων σφάλματ’ εἰς τοὺς ἐκγόνους
- οἱ θεοὶ τρέπουσιν.
- εἰ δὲ πάρεργον χρή τι κομπάσαι, γύναι,
- οὐρανὸν ὑπὲρ γῆς ἔχομεν εὖ κεκραμένον,
- ἵν’ οὔτ’ ἄγαν πῦρ οὔτε χεῖμα συμπίτνει·
- ἃ δ’ Ἑλλὰς Ἀσία τ’ ἐκτρέφει κάλλιστα, γῆν
- δέλεαρ ἔχοντες 〈τήνδε〉 συνθηρεύομεν.
- πολλοὺς δὲ βροντῆς πνεῦμ’ ἄναιμον ὤλεσεν.
- οἶνος περάσας πλευμόνων διαρροάς
- ἄλλην θέλουσιν εἰσαγώγιμον λαβεῖν
- ὁ πετόμενος ἱερὸν ἀνὰ Διὸς αἰθέρα γοργοφόνος
- πλούτῳ χλιδῶσα θνητὰ δὴ γύναι φρόνει.
- εἴθ’ ἦν ἄφωνον σπέρμα δυστήνων βροτῶν.
- τέκτων γὰρ ὢν ἔπρασσες οὐ ξυλουργικά.
- ὁ τῆς τύχης παῖς κλῆρος
- φίλης τ’ ὀπώρας διπτύχους ἦρός τ’ ἴσους
- ἀλλ’ ἔστι, κεῖ τις ἐγγελᾷ λόγῳ,
- Ζεὺς καὶ θεοὶ βρότεια λεύσσοντες πάθη.
- ἀμφίπολος Ἄρεος ἀνιέρου
- φίλων λαβεῖν 〈γὰρ〉 πεῖραν οὐ σμικρὸν κακόν.