Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. βίος γὰρ ὄνομ’ ἔχει πόνος γεγώς.
  1. εἴης μοι, μέτριος δέ πως
  2. εἴης μηδ’ ἀπολείποις.
  1. Ἑκάτης ἄγαλμα φωσφόρου κύων ἔσῃ.
  1. οὐ βούλομαι πλουτοῦντι δωρεῖσθαι πένης,
  2. μή μ’ ἄφρονα κρίνῃς ἢ διδοὺς αἰτεῖν δοκῶ.
  1. ἀλλ’ ἀνοιστέος λόγος
  1. ὃ δ’ ἄρτι θάλλων σάρκα διοπετὴς ὅπως
  2. ἀστὴρ ἀπέσβη, πνεῦμ’ ἀφεὶς ἐς αἰθέρα.
  1. πολλαῖσι μορφαῖς οἱ θεοὶ σοφισμάτων
  2. σφάλλουσιν ἡμᾶς κρείσσονες πεφυκότες.
  1. μάντις δ’ ἄριστος ὅστις εἰκάζει καλῶς.
  1. τῶν ἄγαν γὰρ ἅπτεται
  2. θεός, τὰ μικρὰ δ’ εἰς τύχην ἀφεὶς ἐᾷ.
  1. χαλεποὶ πόλεμοι γὰρ ἀδελφῶν.
  1. ἀκόλασθ’ ὁμιλεῖν γίγνεται δούλων τέκνα.
  1. ἡ γὰρ σιωπὴ τοῖς σοφοῖσιν ἀπόκρισις.
  1. εἰ δ’ ἦσαν ἀνθρώποισιν ὠνητοὶ λόγοι,
  2. οὐδεὶς ἂν αὑτὸν εὖ λέγειν ἐβούλετο·
  3. νῦν δ’, ἐκ βαθείας γὰρ πάρεστιν αἰθέρος
  4. λαβεῖν ἀμοχθί, πᾶς τις ἥδεται λέγων
  5. τά τ’ ὄντα καὶ μή· ζημίαν γὰρ οὐκ ἔχει.
  1. οὔτοι προσελθοῦσ’ ἡ Δίκη σε, μὴ τρέσῃς,
  2. παίσει πρὸς ἧπαρ οὐδὲ τῶν ἄλλων βροτῶν
  3. τὸν ἄδικον, ἀλλὰ σῖγα καὶ βραδεῖ ποδὶ
  4. στείχουσα μάρψει τοὺς κακούς, ὅταν τύχῃ.