Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. εἰ δὲ θανεῖν θέμις, ὧδε θανεῖν καλόν,
  2. εἰς ἀρετὴν καταλυσαμένους βίον.
  1. πολλοῖσι πολλήν, δὶς τόσοις δὲ πλείονα
  1. σύμμικτον εἶδος κἀποφώλιον τρέφος
  1. ταύρου μεμῖχθαι καὶ βροτοῦ διπλῇ φύσει
  1. αἰεὶ πρασίμοχθοι κοὔποθ’ ἥσυχοι δορί
  1. ἀγήρων ἀρετήν
  1. Ζεὺς συγγένειος
  1. . .λίνου κλωστῆρα περιφέρει λαβών
  1. κορμοῖσι πεύκης
  1. λῦε πηκτὰ δωμάτων
  1. ἐγὼ δ’ ἐμός εἰμι
  1. οὐχ ἑσπέρας φάσ’, ἀλλὰ καὶ μεσημβρίας
  2. τούτους ἀφεστήκασιν ἡμέραν τρίτην.
  1. λευκοὺς λίθους χέοντες αὐχοῦσιν μέγα.
  1. 〈τί φής;〉 τί σιγᾷς; μῶν φόνον τιν’ εἰργάσω;