Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. ἀωρὶ πόντου κύματ’ εὐρέος περᾷ . . .
  2. σμικραῖς ἑαυτοὺς ἐπιτρέπουσιν ἐλπίσιν
  1. τίς τοὐμὸν ὄνομα τοὐπονείδιστον βροτοῖς
  2. οὐκ οἶδε Λαμίας τῆς Λιβυστικῆς γένος;
  1. οὐκ ἐγγυῶμαι, ζημίαν φιλεγγύων
  2. σκοπῶν· τὰ Πυθοῖ δ’ οὐκ ἐᾷ με γράμματα.
  1. μή μοι λεπτῶν θίγγανε μύθων, ψυχῇ
  2. τί περισσὰ φρονεῖς; εἰ μὴ μέλλεις
  3. σεμνύνεσθαι παρ’ ὁμοίοις.
  1. γλώσσῃ διαψαίρουσα μυκτήρων πόρους
  1. ἔνδον γυναικῶν καὶ παρ’ οἰκέταις λόγος
  1. οὐ γὰρ ἀσφαλὲς
  2. περαιτέρω τὸ κάλλος ἢ μέσον λαβεῖν.
  1. ἑῷος ἡνίχ’ ἱππότης ἐξέλαμψεν ἀστήρ
  1. οἴμοι, δράκων μου γίγνεται τὸ ἥμισυ·
  2. τέκνον, περιπλάκηθι τῷ λοιπῷ πατρί.
  1. λωτίνας ἀηδόνας
  1. Αἰγυπτία ἐμπολή
  1. βάσκανον μέγιστον ψυχαγωγόν
  1. νοῦν ἔχοντος 〈ἦν ἄρα〉
  2. φίλον πρίασθαι χρημάτων πολλῶν σαφῆ.
  1. ἀλλ’ ὦ φίλιπποι Τρῶες