Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. κρέασι βοείοις χλωρὰ σῦκ’ ἐπήσθιεν
  2. ἄμουσ’ ὑλακτῶν ὥστε βαρβάρῳ μαθεῖν.
  1. τὸ μὴ γενέσθαι κρεῖσσον ἢ φῦναι βροτοῖς.
  2. ἔπειτα παῖδας σὺν πικραῖς ἀλγηδόσιν
  3. τίκτω; τεκοῦσα δ’ ἢν μὲν ἄφρονας τέκω,
  4. στένω ματαίως, εἰσορῶσα 〈μὲν〉 κακούς,
  5. χρηστοὺς δ’ ἀπολλῦσ’· ἢν δὲ καὶ σεσωσμένους,
  6. τήκω τάλαιναν καρδίαν ὀρρωδίᾳ.
  7. τί τοῦτο δὴ τὸ χρηστόν; οὐκ ἀρκεῖ μίαν
  8. ψυχὴν ἀλύειν κἀπὶ τῇδ’ ἔχειν πόνους;
  1. οὐδεμίαν ὤνησε κάλλος εἰς πόσιν ξυνάορον,
  2. ἁρετὴ δ’ ὤνησε πολλάς· πᾶσα γὰρ ἀγαθὴ γυνὴ
  3. ἥτις ἀνδρὶ συντέτηκε σωφρονεῖν ἐπίσταται.
  4. πρῶτα μέν γε τοῦθ’ ὑπάρχει· κἂν ἄμορφος ᾖ πόσις,
  5. χρὴ δοκεῖν εὔμορφον εἶναι τῇ γε νοῦν κεκτημένῃ·
  6. οὐ γὰρ ὀφθαλμὸς τὸ κρίνειν . . ἐστὶν ἀλλὰ νοῦς.
  7. εὖ λέγειν δ’, ὅταν τι λέξῃ, χρὴ δοκεῖν, κἂν μὴ λέγῃ,
  8. κἀκπονεῖν ἂν τῷ ξυνόντι πρὸς χάριν μέλλῃ τελεῖν.
  9. ἡδὺ δ’, ἢν κακὸν πάθῃ τι, συσκυθρωπάζειν πόσει
  10. ἄλοχον ἐν κοινῷ τε λύπης ἡδονῆς τ’ ἔχειν μέρος . . .
  11. σοὶ δ’ ἔγωγε καὶ νοσοῦντι συννοσοῦσ’ ἀνέξομαι
  12. καὶ κακῶν τῶν σῶν ξυνοίσω, κοὐδὲν ἔσται μοι πικρόν.
  1. ὄλβιος ὅστις τῆς ἱστορίας
  2. ἔσχε μάθησιν,
  3. μήτε πολιτῶν ἐπὶ πημοσύνην
  4. μήτ’ εἰς ἀδίκους πράξεις ὁρμῶν,
  5. ἀλλ’ ἀθανάτου καθορῶν φύσεως
  6. κόσμον ἀγήρων, πῇ τε συνέστη
  7. καὶ ὅπῃ καὶ ὅπως.
  8. τοῖς δὲ τοιούτους οὐδέποτ’ αἰσχρῶν
  9. ἔργων μελέδημα προσίζει.
  1. χρύσεαι δή μοι πτέρυγες περὶ νώτῳ
  2. καὶ τὰ σειρήνων πτερόεντα πέδιλα [ἁρμόζεται],
  3. βάσομαί τ’ εἰς αἰθέριον πόλον ἀρθεὶς
  4. Ζηνὶ προσμείξων
  1. σοὶ τῷ πάντων μεδέοντι χοὴν
  2. πέλανόν τε φέρω, Ζεὺς εἴτ’ Ἀίδης
  3. ὀνομαζόμενος στέργεις· σὺ δέ μοι
  4. θυσίαν ἄπυρον παγκαρπείας
  5. δέξαι πλήρη προχυθεῖσαν.
  6. σὺ γὰρ ἔν τε θεοῖς τοῖς οὐρανίδαις
  7. σκῆπτρον τὸ Διὸς μεταχειρίζεις
  8. χθονίων θ’ Ἅιδῃ μετέχεις ἀρχῆς.
  9. πέμψον δ’ ἐς φῶς ψυχὰς ἐνέρων
  10. τοῖς βουλομένοις ἄθλους προμαθεῖν
  11. πόθεν ἔβλαστον, τίς ῥίζα κακῶν,
  12. τίνα δεῖ μακάρων ἐκθυσαμένους
  13. εὑρεῖν μόχθων ἀνάπαυλαν.
  1. τίς τάδε λεύσσων θεὸν οὐχὶ νοεῖ,
  2. μετεωρολόγων δ’ ἑκὰς ἔρριψεν
  3. σκολιὰς ἀπάτας; ὧν ἀτηρὰ
  4. γλῶσσ’ εἰκοβολεῖ περὶ τῶν ἀφανῶν
  5. οὐδὲν γνώμης μετέχουσα.
  1. κακὸν γυναῖκα πρὸς νέον ζεῦξαι νέαν·
  2. ὃ μὲν γὰρ ἄλλης λέκτρον ἱμείρει λαβεῖν,
  3. ἢ δ’ ἐνδεὴς τοῦδ’ οὖσα βουλεύει κακά.
  1. νικᾷ δὲ χρεία μ’ ἡ κακῶς τ’ ὀλουμένη
  2. γαστήρ, ἀφ’ ἧς δὴ πάντα γίγνεται κακά.
  1. ὦ πολύμοχθος βιοτὴ θνητοῖς,
  2. ὡς ἐπὶ παντὶ σφαλερὰ κεῖσαι,
  3. καὶ τὰ μὲν αὔξεις, τὰ δ’ ἀποφθινύθεις·
  4. κοὐκ ἔστιν ὅρος κείμενος οὐδεὶς
  5. εἰς ὅντινα χρὴ κέλσαι θνητοῖς,
  6. πλὴν ὅταν ἔλθῃ κρυερὰ Διόθεν
  7. θανάτου πεμφθεῖσα τελευτή.
  1. ὅσοι δ’ ἰατρεύειν καλῶς,
  2. πρὸς τὰς διαίτας τῶν ἐνοικούντων πόλιν
  3. τὴν γῆν ἰδόντας τὰς νόσους σκοπεῖν χρεών.
  1. πρὸς ταῦθ’ ὅτι χρὴ καὶ παλαμάσθων
  2. καὶ πᾶν ἐπ’ ἐμοὶ τεκταινέσθων·
  3. τὸ γὰρ εὖ μετ’ ἐμοῦ
  4. καὶ τὸ δίκαιον ξύμμαχον ἔσται,
  5. κοὺ μή ποθ’ ἁλῶ κακὰ πράσσων.
  1. κορυφὴ δὲ θεῶν ὁ πέριξ χθόν’ ἔχων
  2. φαεννὸς αἰθήρ
  1. ἡ φύσις ἐβούλεθ’, ᾗ νόμων οὐδὲν μέλει.