Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. οὔκ· ἀλλ’ ἔτ’ ἔμπνουν Ἀίδης μ’ ἐδέξατο.
  1. μὴ κτεῖνε· τὸν ἱκέτην γὰρ οὐ θέμις κτανεῖν.
  1. νῦν οὖν ἕκατι ῥημάτων κτενεῖτέ με;
  1. ὦ παγκάκιστα χθόνια γῆς παιδεύματα
  1. τί δ’ ἔστι; πρὸς χορὸν γὰρ οἰκείων ἐρεῖς.
  1. ὁρᾷς τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα
  2. καὶ γῆν πέριξ ἔχονθ’ ὑγραῖς ἐν ἀγκάλαις;
  3. τοῦτον νόμιζε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν.
  1. πυριγενὴς δὲ δράκων ὁδὸν ἡγεῖται [ταῖς] τετραμόρφοις
  2. ὥραις ζευγνὺς ἁρμονίᾳ πολύκαρπον ὄχημα.
  1. καὶ Γαῖα μῆτερ· Ἑστίαν δέ σ’ οἱ σοφοὶ
  2. βροτῶν καλοῦσιν ἡμένην ἐν αἰθέρι.
  1. ἀεί τι καινὸν ἡμέρα παιδεύεται.
  1. εὗ ἴσθ’, ὅταν τις εὐσεβῶν θύῃ θεοῖς,
  2. κἂν μικρὰ θύῃ, τυγχάνει σωτηρίας.
  1. ἢ πολλὰ καὶ δύσγνωστα βουλεύει θεός.
  1. θεοὺς ἀρέσκου· πᾶν γὰρ ἐκ θεῶν τέλος.
  1. καὶ τοῖς τεκοῦσιν ἀξίαν τιμὴν νέμειν
  1. ὡς ἡδὺ πατέρα παισὶν ἤπιον κυρεῖν
  2. καὶ παῖδας εἶναι πατρὶ μὴ στυγουμένους.