Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- ἀρκεῖ μετρία βιοτά μοι
- σώφρονος τραπέζης,
- τὸ δ’ ἄκαιρον ἅπαν ὑπερβάλλον
- τε μὴ προσείμαν.
- τἀλλότρια . . τὸν καλῶς εὐδαίμονα
- ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶντι δ’ οὔ.
- Βακχίου φιλανθέμου
- Αἴθοπα πεπαίνοντ’ ὀρχάτους ὀπωρινούς,
- ἐξ οὗ βροτοὶ καλοῦσιν οἶνον αἴθοπα.
- παίδευμα δ’ Ἔρως σοφίας ἀρετῆς
- πλεῖστον ὑπάρχει,
- καὶ προσομιλεῖν οὗτος ὁ δαίμων
- πάντων ἥδιστος ἔφυ θνητοῖς·
- καὶ γὰρ ἄλυπον τέρψιν τιν’ ἔχων
- εἰς ἐλπίδ’ ἄγει. τοῖς δ’ ἀτελέστοις
- τῶν τοῦδε πόνων μήτε συνείην
- χωρίς τ’ ἀγρίων ναίοιμι τρόπων.
- τὸ δ’ ἐρᾶν προλέγω τοῖσι νέοισιν
- μήποτε φεύγειν,
- χρῆσθαι δ’ ὀρθῶς, ὅταν ἔλθῃ.
- τὴν Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός;
- ἣν οὐδ’ ἂν εἴποις οὐδὲ μετρήσειας ἂν
- ὅση πέφυκε κἀφ’ ὅσον διέρχεται.
- αὕτη τρέφει σὲ κἀμὲ καὶ πάντας βροτούς.
- τεκμήριον δέ, μὴ λόγῳ μόνον μάθῃς,
- ἔργῳ δὲ δείξω τὸ σθένος τὸ τῆς θεοῦ.
- ἐρᾷ μὲν ὄμβρου γαῖ’, ὅταν ξηρὸν πέδον
- ἄκαρπον αὐχμῷ νοτίδος ἐνδεῶς ἔχῃ·
- ἐρᾷ δ’ ὁ σεμνὸς οὐρανὸς πληρούμενος
- ὄμβρου πεσεῖν εἰς γαῖαν Ἀφροδίτης ὕπο·
- ὅταν δὲ συμμιχθῆτον ἐς ταὐτὸν δύο,
- φύουσιν ἡμῖν πάντα καὶ τρέφουσ’ ἅμα,
- δι’ ὧν βρότειον ζῇ τε καὶ θάλλει γένος.
- εἴ μοι τὸ Νεστόρειον εὔγλωσσον μέλος
- Ἀντήνορός τε τοῦ Φρυγὸς δοίη θεός,
- οὐκ ἂν δυναίμην μὴ στέγοντα πιμπλάναι,
- σοφοὺς ἐπαντλῶν ἀνδρὶ μὴ σοφῷ λόγους.
- ὥφειλε δῆθεν, εἴπερ ἔστ’ ἐν οὐρανῷ
- Ζεύς, μὴ τὸν αὐτὸν δυστυχῆ καθιστάναι.
- πολλάκι μοι πραπίδων διῆλθε φροντίς,
- εἴτε τύχα 〈τις〉 εἴτε δαίμων τὰ βρότεια κραίνει,
- παρά τ’ ἐλπίδα καὶ παρὰ δίκαν
- τοὺς μὲν ἀπ’ οἴκων δ’ ἐναπίπτοντας
- ἀτὰρ θεοῦ, τοὺς δ’ εὐτυχοῦντας ἄγει.
- τὸν ἐσθλὸν ἄνδρα, κἂν ἑκὰς ναίῃ χθονός,
- κἂν μήποτ’ ὄσσοις εἰσίδω, κρίνω φίλον.
- ἄφρων ἂν εἴην, εἰ τρέφοιν τὰ τῶν πέλας.
- ἀλλ’ ἄκρας εὐηθίας
- ἅπτοιτ’ ἂν ὅστις τὴν φύσιν νικᾶν θέλει.
- μισῶ σοφιστήν, ὅστις οὐχ αὑτῷ σοφός.
- ψῦχος δὲ λεπτῷ χρωτὶ πολεμιώτατον.