Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- ἀλλ’ αἰθὴρ τίκτει σε, κόρα,
- Ζεὺς ὃς ἀνθρώποις ὀνομάζεται.
- τίς ἔσθ’ ὁ μέλλων σκόλοπος ἢ λευσμοῦ τυχεῖν;
- ὁ λῷστος οὗτος καὶ φιλοξενέστατος
- οὐκ ἐν γυναιξὶ τοὺς νεανίας χρεὼν
- ἀλλ’ ἐν σιδήρῳ κὰν ὅπλοις τιμὰς ἔχειν.
- ἅλα πορφυρέην
- ἀλλ’ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ.
- τηλοῦ γὰρ οἰκῶν βίοτον ἐξιδρυσάμην.
- ἄληθες, ὦ παῖ τῆς θαλασσίας θεοῦ;
- μισῶ πολίτην ὅστις ὠφελεῖν πάτραν
- βραδὺς φανεῖται, μεγάλα δὲ βλάπτειν ταχύς,
- καὶ πόριμον αὑτῷ, τῇ πόλει δ’ ἀμήχανον.
- ὅταν τὰ νῦν ἄπιστα πίσθ’ ἡγώμεθα,
- τὰ δ’ ὄντα πίστ’ ἄπιστα
- βέβληκ’ Ἀχιλλεὺς δύο κύβω καὶ τέσσαρα
- πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος
- λόγων δίκαιον μισθὸν ἂν λόγους φέροις,
- ἔργον δ’ ἐκεῖνος ἔργον ὃς παρέσχετο.
- ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνον,
- Δήμητρος ἀκτῆς πώματός θ’ ὑδρηχόου,
- ἅπερ πάρεστι καὶ πέφυχ’ ἡμᾶς τρέφειν;
- ὧν οὐκ ἀπαρκεῖ πλησμονή· τρυφῇ δέ τοι
- ἄλλων ἐδεστῶν μηχανὰς θηρεύομεν.