Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. δείξας γὰρ ἄστρων τὴν ἐναντίαν ὁδὸν
  2. δήμους τ’ ἔσῳσα καὶ τύραννος ἱζόμην.
  1. ὁθούνεκα
  2. ἐν 〈αὐτὸς〉 αὑτῷ πάντα συλλαβὼν ἔχει
  1. ἥκει δ’ ἐπ’ ὤμοις ἢ συὸς φέρων βάρος
  2. ἢ τὴν ἄμορφον λύγκα, δύστοκον δάκος.
  1. παίζω· μεταβολὰς γὰρ πόνων ἀεὶ φιλῶ.
  1. φήμη τὸν ἐσθλὸν κἀν μυχοῖς δείκνυσι γῆς.
  1. ἀλλ’ ἥδε μ’ ἐξέσῳσεν, ἥδε μοι τροφός,
  2. μήτηρ, ἀδελφή, δμωίς, ἄγκυρα στέγης.
  1. ἀλλ’ ἄγχιμος γὰρ ἥδε Φοιβεία γυνή
  1. θεοὶ χθόνιοι
  2. ζοφερὰν ἀδίαυλον ἔχοντες
  3. ἕδραν φθειρομένων Ἀχεροντίαν λίμνην
  1. ἄδωρος χάρις
  1. δράκοντος αἱματωπὸν ὄμμα
  1. αἱματοσταγῆ
  2. κηλῖδα τέγγῃ
  1. ἀκόμπαστος λόγος
  1. ἀκόμπαστος φάτις
  1. οὔ σοι παραινῶ μηχανωμένῃ κακὰ
  2. ἐχθροῖσι, σαυτῇ προσβαλεῖν ἀλάστορα.
  1. Κύπρις, ὡς ἡδεῖα καὶ μοχθηρὸς 〈εἶ〉.
  1. τρομὸν δράμημα γηραιοῦ ποδός
  1. ἀλλ’ αἰθὴρ τίκτει σε, κόρα,
  2. Ζεὺς ὃς ἀνθρώποις ὀνομάζεται.
  1. τίς ἔσθ’ ὁ μέλλων σκόλοπος ἢ λευσμοῦ τυχεῖν;
  1. ὁ λῷστος οὗτος καὶ φιλοξενέστατος
  1. οὐκ ἐν γυναιξὶ τοὺς νεανίας χρεὼν
  2. ἀλλ’ ἐν σιδήρῳ κὰν ὅπλοις τιμὰς ἔχειν.