Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- Γαῖα μεγίστη καὶ Διὸς Αἰθήρ,
- ὃ μὲν ἀνθρώπων καὶ θεῶν γενέτωρ,
- ἢ δ’ ὑγροβόλους σταγόνας νοτίας
- παραδεξαμένη τίκτει θνητούς,
- τίκτει βοτάνην φῦλά τε θηρῶν·
- ὅθεν οὐκ ἀδίκως
- μήτηρ πάντων νενόμισται.
- χωρεῖ δ’ ὀπίσω
- τὰ μὲν ἐκ γαίας φύντ’ εἰς γαῖαν,
- τὰ δ’ ἀπ’ αἰθερίου βλαστόντα γονῆς
- εἰς οὐράνιον πάλιν ἦλθε πόλον·
- θνήσκει δ’ οὐδὲν τῶν γιγνομένων,
- διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλου
- μορφὴν ἑτέραν ἀπέδειξεν.
- λέληθεν οὐδὲν τῶνδέ μ’ ὧν σὺ νουθετεῖς,
- γνώμην δ’ ἔχοντά μ’ ἡ φύσις βιάζεται.
- αἰαῖ, τόδ’ ἥδη θεῖον ἀνθρώποις κακόν,
- ὅταν τις εἰδῇ τἀγαθόν, χρῆται δὲ μή.
- γνώμης σόφισμα καὶ χέρ’ ἀνδρείαν ἔχων
- δύσμορφος εἴην μᾶλλον ἢ καλὸς κακός.
- ὦ δέσποτ’, οὐδεὶς οἶδεν ἄνθρωπος γεγὼς
- οὔτ’ εὐτυχοῦς ἀριθμὸν οὔτε δυστυχοῦς.
- εἰάζων
- ἀπρόσειλος
- Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος,
- ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ
- Ἄργος κατασχών
- εἰ μὴ γὰρ ἴδιον ἔλαβον εἰς χεῖρας μύσος
- γαυριᾶν
- ἀκανθώδη ῥάχιν
- ἡ γὰρ τυραννὶς πάντοθεν τοξεύεται
- δεινοῖς ἔρωσιν, ἧς φυλακτέον πέρι.
- ὅστις δὲ τοὺς τεκόντας ἐν βίῳ σέβει,
- ὅδ’ ἐστὶ καὶ ζῶν καὶ θανὼν θεοῖς φίλος·
- ὅστις δὲ τοὺς φύσαντας μὴ τιμᾶν θέλῃ,
- μή μοι γένοιτο μήτε συνθύτης τοῖς θεοῖς
- μήτ’ ἐν θαλάσσῃ κοινόπλουν στέλλοι σκάφος.
- τρεῖς εἰσὶν ἀρεταὶ τὰς χρεών σ’ ἀσκεῖν, τέκνον,
- θεούς τε τιμᾶν τούς τε φύσαντας γονῆς
- νόμους τε κοινοὺς Ἑλλάδος· καὶ ταῦτα δρῶν
- κάλλιστον ἕξεις στέφανον εὐκλείας ἀεί.
- τὸ μὲν σφαγῆναι δεινόν, εὔκλειαν δ’ ἔχει·
- τὸ μὴ θανεῖν δὲ δειλόν, ἡδονὴ δ’ ἔνι.
- ἀναδρομαί
- ἀλκυόνες, αἳ παρ’ ἀενάοις θαλάσσας
- κύμασιν στωμύλλετε,
- τέγγουσαι νοτίοις πτερῶν
- ῥανίσι χρόα διανιζόμεναι
- ἔλαφον δ’ Ἀχαιῶν χερσὶν ἐνθήσω φίλαις
- κεροῦσσαν, ἣν σφάζοντες αὐχήσουσι σὴν
- σφάζειν θυγατέρα
- ὦ θερμόβουλον σπλάγχνον
- διαβάλλω