Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. ἅλα πορφυρέην
  1. ἀλλ’ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ.
  1. τηλοῦ γὰρ οἰκῶν βίοτον ἐξιδρυσάμην.
  1. ἄληθες, ὦ παῖ τῆς θαλασσίας θεοῦ;
  1. μισῶ πολίτην ὅστις ὠφελεῖν πάτραν
  2. βραδὺς φανεῖται, μεγάλα δὲ βλάπτειν ταχύς,
  3. καὶ πόριμον αὑτῷ, τῇ πόλει δ’ ἀμήχανον.
  1. ὅταν τὰ νῦν ἄπιστα πίσθ’ ἡγώμεθα,
  2. τὰ δ’ ὄντα πίστ’ ἄπιστα
  1. βέβληκ’ Ἀχιλλεὺς δύο κύβω καὶ τέσσαρα
  1. πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος
  1. λόγων δίκαιον μισθὸν ἂν λόγους φέροις,
  2. ἔργον δ’ ἐκεῖνος ἔργον ὃς παρέσχετο.
  1. ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνον,
  2. Δήμητρος ἀκτῆς πώματός θ’ ὑδρηχόου,
  3. ἅπερ πάρεστι καὶ πέφυχ’ ἡμᾶς τρέφειν;
  4. ὧν οὐκ ἀπαρκεῖ πλησμονή· τρυφῇ δέ τοι
  5. ἄλλων ἐδεστῶν μηχανὰς θηρεύομεν.
  1. ἀρκεῖ μετρία βιοτά μοι
  2. σώφρονος τραπέζης,
  3. τὸ δ’ ἄκαιρον ἅπαν ὑπερβάλλον
  4. τε μὴ προσείμαν.
  1. τἀλλότρια . . τὸν καλῶς εὐδαίμονα
  1. ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶντι δ’ οὔ.
  1. Βακχίου φιλανθέμου
  2. Αἴθοπα πεπαίνοντ’ ὀρχάτους ὀπωρινούς,
  3. ἐξ οὗ βροτοὶ καλοῦσιν οἶνον αἴθοπα.
  1. παίδευμα δ’ Ἔρως σοφίας ἀρετῆς
  2. πλεῖστον ὑπάρχει,
  3. καὶ προσομιλεῖν οὗτος ὁ δαίμων
  4. πάντων ἥδιστος ἔφυ θνητοῖς·
  5. καὶ γὰρ ἄλυπον τέρψιν τιν’ ἔχων
  6. εἰς ἐλπίδ’ ἄγει. τοῖς δ’ ἀτελέστοις
  7. τῶν τοῦδε πόνων μήτε συνείην
  8. χωρίς τ’ ἀγρίων ναίοιμι τρόπων.
  9. τὸ δ’ ἐρᾶν προλέγω τοῖσι νέοισιν
  10. μήποτε φεύγειν,
  11. χρῆσθαι δ’ ὀρθῶς, ὅταν ἔλθῃ.
  1. τὴν Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός;
  2. ἣν οὐδ’ ἂν εἴποις οὐδὲ μετρήσειας ἂν
  3. ὅση πέφυκε κἀφ’ ὅσον διέρχεται.
  4. αὕτη τρέφει σὲ κἀμὲ καὶ πάντας βροτούς.
  5. τεκμήριον δέ, μὴ λόγῳ μόνον μάθῃς,
  6. ἔργῳ δὲ δείξω τὸ σθένος τὸ τῆς θεοῦ.
  7. ἐρᾷ μὲν ὄμβρου γαῖ’, ὅταν ξηρὸν πέδον
  8. ἄκαρπον αὐχμῷ νοτίδος ἐνδεῶς ἔχῃ·
  9. ἐρᾷ δ’ ὁ σεμνὸς οὐρανὸς πληρούμενος
  10. ὄμβρου πεσεῖν εἰς γαῖαν Ἀφροδίτης ὕπο·
  11. ὅταν δὲ συμμιχθῆτον ἐς ταὐτὸν δύο,
  12. φύουσιν ἡμῖν πάντα καὶ τρέφουσ’ ἅμα,
  13. δι’ ὧν βρότειον ζῇ τε καὶ θάλλει γένος.
  1. εἴ μοι τὸ Νεστόρειον εὔγλωσσον μέλος
  2. Ἀντήνορός τε τοῦ Φρυγὸς δοίη θεός,
  3. οὐκ ἂν δυναίμην μὴ στέγοντα πιμπλάναι,
  4. σοφοὺς ἐπαντλῶν ἀνδρὶ μὴ σοφῷ λόγους.
  1. ὥφειλε δῆθεν, εἴπερ ἔστ’ ἐν οὐρανῷ
  2. Ζεύς, μὴ τὸν αὐτὸν δυστυχῆ καθιστάναι.
  1. πολλάκι μοι πραπίδων διῆλθε φροντίς,
  2. εἴτε τύχα 〈τις〉 εἴτε δαίμων τὰ βρότεια κραίνει,
  3. παρά τ’ ἐλπίδα καὶ παρὰ δίκαν
  4. τοὺς μὲν ἀπ’ οἴκων δ’ ἐναπίπτοντας
  5. ἀτὰρ θεοῦ, τοὺς δ’ εὐτυχοῦντας ἄγει.
  1. τὸν ἐσθλὸν ἄνδρα, κἂν ἑκὰς ναίῃ χθονός,
  2. κἂν μήποτ’ ὄσσοις εἰσίδω, κρίνω φίλον.