Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. σὺ δ’, ὦ πατρῴα χθὼν ἐμῶν γεννητόρων,
  2. χαῖρ’· ἀνδρὶ γάρ τοι, κἂν ὑπερβάλλῃ κακοῖς,
  3. οὐκ ἔστι τοῦ θρέψαντος ἥδιον πέδον.
  1. ἀμνήστευτος γυνή
  1. Σιδώνιόν ποτ’ ἄστυ Κάδμος ἐκλιπών,
  2. Ἀγήνορος παῖς, ἦλθε Θηβαίαν χθόνα
  3. Φοῖνιξ πεφυκώς, ἐκ δ’ ἀμείβεται γένος
  4. Ἑλληνικόν, Διρκαῖον οἰκήσας πέδον.
  5. ᾗ δ’ ἦλθ’ ἀνάγκῃ πεδία Φοινίκης λιπών,
  6. λέγοιμ’ ἄν. ἦσαν τρεῖς Ἀγήνορος κόροι·
  7. Κίλιξ, ἀφ’ οὗ καὶ Κιλικία κικλήσκεται,
  8. Φοῖνίξ 〈θ’〉, ὅθεν περ τοὔνομ’ ἡ χώρα φέρει,
  9. καὶ Θάσος
  1. εἰ μὲν τόδ’ ἦμαρ πρῶτον ἦν κακουμένῳ
  2. καὶ μὴ μακρὰν δὴ διὰ πόνων ἐναυστόλουν,
  3. εἰκὸς σφαδᾴζειν ἦν ἂν ὡς νεόζυγα
  4. πῶλον χαλινὸν ἀρτίως δεδεγμένον·
  5. νῦν δ’ ἀμβλύς εἰμι καὶ κατηρτυκὼς κακῶν.
  1. γυνὴ γὰρ ἐν κακοῖσι καὶ νόσοις πόσει
  2. ἥδιστόν ἐστι, δώματ’ ἢν οἰκῇ καλῶς,
  3. ὀργήν τε πραΰνουσα καὶ δυσθυμίας
  4. ψυχὴν μεθιστᾶσ’· ἡδὺ κἀπάται φίλων.
  1. δίκαι’ ἔλεξε· χρὴ γὰρ εὐναίῳ πόσει
  2. γυναῖκα κοινῇ τὰς τύχας φέρειν ἀεί.
  1. ὡς οὐδὲν ὑγιὲς φασὶ μητρυιὰς φρονεῖν
  2. νόθοισι παισίν, ὧν φυλάξομαι ψόγον.
  1. κρείσσων δὲ βαιὸς ὄλβος ἀβλαβὴς βροτοῖς
  2. ἢ δῶμα πλούτῳ δυσσεβῶς ὠγκωμένον.
  1. δι’ ἐλπίδος ζῆ καὶ δι’ ἐλπίδος τρέφου.
  1. καὶ μὴν ἀνοῖξαι μὲν σιροὺς οὐκ ἠξίου
  1. αἱ γὰρ πόλεις εἴσ’ ἄνδρες, οὐκ ἐρημία.
  1. ἀνὴρ δ’ ὃς εἶναι φής, ἀνδρὸς οὐκ ἄξιον
  2. δειλὸν κεκλῆσθαι καὶ νοσεῖν αἰσχρὰν νόσον.
  1. λάτρις πενέστης ἁμὸς ἀρχαίων δόμων
  1. πολλοῖσι δούλοις τοὔνομ’ αἰσχρόν, ἡ δὲ φρὴν
  2. τῶν οὐχὶ δούλων ἐστ’ ἐλευθερωτέρα.
  1. εἰ δ’ εὐσεβὴς ὢν τοῖσι δυσσεβεστάτοις
  2. εἰς ταὔτ’ ἔπρασσον, πῶς τάδ’ ἂν καλῶς ἔχοι;
  3. ἢ Ζεὺς ὁ λῷστος μηδὲν ἔνδικον φρονεῖ;
  1. τίς δ’ οἶδεν εἰ ζῆν τοῦθ’ ὃ κέκληται θανεῖν,
  2. τὸ ζῆν δὲ θνήσκειν ἐστί; πλὴν ὅμως βροτῶν
  3. νοσοῦσιν οἱ βλέποντες, οἱ δ’ ὀλωλότες
  4. οὐδὲν νοσοῦσιν οὐδὲ κέκτηνται κακά.
  1. καὶ γὰρ πέφυκε τοῦτ’ ἐν ἀνθρώπου φύσει·
  2. ἢν καὶ δίκῃ θνῄσκῃ τις, οὐχ ἧσσον ποθεῖ
  3. πᾶς τις δακρύειν τοὺς προσήκοντας φίλους.
  1. ὅστις δὲ θνητῶν οἴεται τοὐφ’ ἡμέραν
  2. κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι,
  3. δοκεῖ πονηρὰ καὶ δοκῶν ἁλίσκεται,
  4. ὅταν σχολὴν ἄγουσα τυγχάνῃ Δίκη.
  1. πώγωνα πυρός
  1. ἰλλάδας