Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- εἰ δ’ εὐσεβὴς ὢν τοῖσι δυσσεβεστάτοις
- εἰς ταὔτ’ ἔπρασσον, πῶς τάδ’ ἂν καλῶς ἔχοι;
- ἢ Ζεὺς ὁ λῷστος μηδὲν ἔνδικον φρονεῖ;
- τίς δ’ οἶδεν εἰ ζῆν τοῦθ’ ὃ κέκληται θανεῖν,
- τὸ ζῆν δὲ θνήσκειν ἐστί; πλὴν ὅμως βροτῶν
- νοσοῦσιν οἱ βλέποντες, οἱ δ’ ὀλωλότες
- οὐδὲν νοσοῦσιν οὐδὲ κέκτηνται κακά.
- καὶ γὰρ πέφυκε τοῦτ’ ἐν ἀνθρώπου φύσει·
- ἢν καὶ δίκῃ θνῄσκῃ τις, οὐχ ἧσσον ποθεῖ
- πᾶς τις δακρύειν τοὺς προσήκοντας φίλους.
- ὅστις δὲ θνητῶν οἴεται τοὐφ’ ἡμέραν
- κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι,
- δοκεῖ πονηρὰ καὶ δοκῶν ἁλίσκεται,
- ὅταν σχολὴν ἄγουσα τυγχάνῃ Δίκη.
- πώγωνα πυρός
- ἰλλάδας
- Γαῖα μεγίστη καὶ Διὸς Αἰθήρ,
- ὃ μὲν ἀνθρώπων καὶ θεῶν γενέτωρ,
- ἢ δ’ ὑγροβόλους σταγόνας νοτίας
- παραδεξαμένη τίκτει θνητούς,
- τίκτει βοτάνην φῦλά τε θηρῶν·
- ὅθεν οὐκ ἀδίκως
- μήτηρ πάντων νενόμισται.
- χωρεῖ δ’ ὀπίσω
- τὰ μὲν ἐκ γαίας φύντ’ εἰς γαῖαν,
- τὰ δ’ ἀπ’ αἰθερίου βλαστόντα γονῆς
- εἰς οὐράνιον πάλιν ἦλθε πόλον·
- θνήσκει δ’ οὐδὲν τῶν γιγνομένων,
- διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλου
- μορφὴν ἑτέραν ἀπέδειξεν.
- λέληθεν οὐδὲν τῶνδέ μ’ ὧν σὺ νουθετεῖς,
- γνώμην δ’ ἔχοντά μ’ ἡ φύσις βιάζεται.
- αἰαῖ, τόδ’ ἥδη θεῖον ἀνθρώποις κακόν,
- ὅταν τις εἰδῇ τἀγαθόν, χρῆται δὲ μή.
- γνώμης σόφισμα καὶ χέρ’ ἀνδρείαν ἔχων
- δύσμορφος εἴην μᾶλλον ἢ καλὸς κακός.
- ὦ δέσποτ’, οὐδεὶς οἶδεν ἄνθρωπος γεγὼς
- οὔτ’ εὐτυχοῦς ἀριθμὸν οὔτε δυστυχοῦς.
- εἰάζων
- ἀπρόσειλος
- Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος,
- ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ
- Ἄργος κατασχών