Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- σὺ δ’, ὦ πατρῴα χθὼν ἐμῶν γεννητόρων,
- χαῖρ’· ἀνδρὶ γάρ τοι, κἂν ὑπερβάλλῃ κακοῖς,
- οὐκ ἔστι τοῦ θρέψαντος ἥδιον πέδον.
- ἀμνήστευτος γυνή
- Σιδώνιόν ποτ’ ἄστυ Κάδμος ἐκλιπών,
- Ἀγήνορος παῖς, ἦλθε Θηβαίαν χθόνα
- Φοῖνιξ πεφυκώς, ἐκ δ’ ἀμείβεται γένος
- Ἑλληνικόν, Διρκαῖον οἰκήσας πέδον.
- ᾗ δ’ ἦλθ’ ἀνάγκῃ πεδία Φοινίκης λιπών,
- λέγοιμ’ ἄν. ἦσαν τρεῖς Ἀγήνορος κόροι·
- Κίλιξ, ἀφ’ οὗ καὶ Κιλικία κικλήσκεται,
- Φοῖνίξ 〈θ’〉, ὅθεν περ τοὔνομ’ ἡ χώρα φέρει,
- καὶ Θάσος
- εἰ μὲν τόδ’ ἦμαρ πρῶτον ἦν κακουμένῳ
- καὶ μὴ μακρὰν δὴ διὰ πόνων ἐναυστόλουν,
- εἰκὸς σφαδᾴζειν ἦν ἂν ὡς νεόζυγα
- πῶλον χαλινὸν ἀρτίως δεδεγμένον·
- νῦν δ’ ἀμβλύς εἰμι καὶ κατηρτυκὼς κακῶν.
- γυνὴ γὰρ ἐν κακοῖσι καὶ νόσοις πόσει
- ἥδιστόν ἐστι, δώματ’ ἢν οἰκῇ καλῶς,
- ὀργήν τε πραΰνουσα καὶ δυσθυμίας
- ψυχὴν μεθιστᾶσ’· ἡδὺ κἀπάται φίλων.
- δίκαι’ ἔλεξε· χρὴ γὰρ εὐναίῳ πόσει
- γυναῖκα κοινῇ τὰς τύχας φέρειν ἀεί.
- ὡς οὐδὲν ὑγιὲς φασὶ μητρυιὰς φρονεῖν
- νόθοισι παισίν, ὧν φυλάξομαι ψόγον.
- κρείσσων δὲ βαιὸς ὄλβος ἀβλαβὴς βροτοῖς
- ἢ δῶμα πλούτῳ δυσσεβῶς ὠγκωμένον.
- δι’ ἐλπίδος ζῆ καὶ δι’ ἐλπίδος τρέφου.
- καὶ μὴν ἀνοῖξαι μὲν σιροὺς οὐκ ἠξίου
- αἱ γὰρ πόλεις εἴσ’ ἄνδρες, οὐκ ἐρημία.
- ἀνὴρ δ’ ὃς εἶναι φής, ἀνδρὸς οὐκ ἄξιον
- δειλὸν κεκλῆσθαι καὶ νοσεῖν αἰσχρὰν νόσον.
- λάτρις πενέστης ἁμὸς ἀρχαίων δόμων
- πολλοῖσι δούλοις τοὔνομ’ αἰσχρόν, ἡ δὲ φρὴν
- τῶν οὐχὶ δούλων ἐστ’ ἐλευθερωτέρα.