Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. εἰ μὴ γὰρ ἴδιον ἔλαβον εἰς χεῖρας μύσος
  1. γαυριᾶν
  1. ἀκανθώδη ῥάχιν
  1. ἡ γὰρ τυραννὶς πάντοθεν τοξεύεται
  2. δεινοῖς ἔρωσιν, ἧς φυλακτέον πέρι.
  1. ὅστις δὲ τοὺς τεκόντας ἐν βίῳ σέβει,
  2. ὅδ’ ἐστὶ καὶ ζῶν καὶ θανὼν θεοῖς φίλος·
  3. ὅστις δὲ τοὺς φύσαντας μὴ τιμᾶν θέλῃ,
  4. μή μοι γένοιτο μήτε συνθύτης τοῖς θεοῖς
  5. μήτ’ ἐν θαλάσσῃ κοινόπλουν στέλλοι σκάφος.
  1. τρεῖς εἰσὶν ἀρεταὶ τὰς χρεών σ’ ἀσκεῖν, τέκνον,
  2. θεούς τε τιμᾶν τούς τε φύσαντας γονῆς
  3. νόμους τε κοινοὺς Ἑλλάδος· καὶ ταῦτα δρῶν
  4. κάλλιστον ἕξεις στέφανον εὐκλείας ἀεί.
  1. τὸ μὲν σφαγῆναι δεινόν, εὔκλειαν δ’ ἔχει·
  2. τὸ μὴ θανεῖν δὲ δειλόν, ἡδονὴ δ’ ἔνι.
  1. ἀναδρομαί
  1. ἀλκυόνες, αἳ παρ’ ἀενάοις θαλάσσας
  2. κύμασιν στωμύλλετε,
  3. τέγγουσαι νοτίοις πτερῶν
  4. ῥανίσι χρόα διανιζόμεναι
  1. ἔλαφον δ’ Ἀχαιῶν χερσὶν ἐνθήσω φίλαις
  2. κεροῦσσαν, ἣν σφάζοντες αὐχήσουσι σὴν
  3. σφάζειν θυγατέρα
  1. ὦ θερμόβουλον σπλάγχνον
  1. διαβάλλω
  1. δείξας γὰρ ἄστρων τὴν ἐναντίαν ὁδὸν
  2. δήμους τ’ ἔσῳσα καὶ τύραννος ἱζόμην.
  1. ὁθούνεκα
  2. ἐν 〈αὐτὸς〉 αὑτῷ πάντα συλλαβὼν ἔχει