Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- λέξω δ’ ἐγώ, κἄν μου διαφθείρας δοκῇ
- λόγους ὑποστὰς αὐτὸς ἠδικηκέναι·
- ἀλλ’ ἐξ ἐμοῦ γὰρ τἀμὰ μαθήσῃ κλύων,
- ὃ δ’ αὐτὸς αὑτὸν ἐμφανιεῖ σοι λέγων.
- πατρὶς καλῶς πράσσουσα τὸν τυχόντ’ ἀεὶ
- μείζω τίθησι, δυστυχοῦσα δ’ ἀσθενῆ.
- ὥσπερ δὲ θνητὸν καὶ τὸ σῶμ’ ἡμῶν ἔφυ,
- οὕτω προσήκει μηδὲ τὴν ὀργὴν ἔχειν
- ἀθάνατον ὅστις σωφρονεῖν ἐπίσταται.
- φεῦ, μήποτ’ εἴην ἄλλο πλὴν θεοῖς φίλος
- ὡς πᾶν τελοῦσι, κἂν βραδύνωσιν χρόνῳ.
- ἀπέπνευσεν αἰῶνα
- αἱρεῖς
- ἀκριβές
- μοχθηρόν ἐστιν ἀνδρὶ πρεσβύτῃ τέκνα
- δίδωσιν ὅστις οὐκέθ’ ὡραῖος γαμεῖ·
- δέσποινα γὰρ γέροντι νυμφίῳ γυνή.
- ὦ γῆρας, οἷον τοῖς ἔχουσιν εἶ κακόν.
- ἀλλ’ οὔποτ’ αὐτὸς ἀμπλακὼν ἄλλον βροτὸν
- παραινέσαιμ’ ἂν παισὶ προσθεῖναι κράτη
- πρὶν ἂν κατ’ ὄσσων τυγχάνῃ με καὶ σκότος,
- εἰ χρὴ διελθεῖν πρὸς τέκνων νικώμενον.
- πικρὸν νέᾳ γυναικὶ πρεσβύτης ἀνήρ.
- γυνή τε πάντων ἀγριώτατον κακόν.
- . . . . 〈οἱ〉 πεῖραν οὐ δεδωκότες
- μᾶλλον δοκοῦντες ἢ πεφυκότες σοφοί
- μέγιστον ἆρ’ ἦν ἡ φύσις· τὸ γὰρ κακὸν
- οὐδεὶς τρέφων εὖ χρηστὸν ἂν θείη ποτέ.
- τἀφ]ανῆ τεκμηρίοισιν εἰκότως ἁλίσκεται.
- ἤδη δὲ πολλῶν ᾑρέθην λόγων κριτὴς
- καὶ πόλλ’ ἁμιλληθέντα μαρτύρων ὕπο
- τἀναντί’ ἔγνων συμφορᾶς μιᾶς πέρι.
- κἀγὼ μὲν οὕτω χὥστις ἔστ’ ἀνὴρ σοφὸς
- λογίζομαι τἀληθές, εἰς ἀνδρὸς φύσιν
- σκοπῶν δίαιτάν θ’ ἥντιν’ ἡμερεύεται . . .
- ὅστις δ’ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ,
- οὐ πώποτ’ ἠρώτησα, γιγνώσκων ὅτι
- τοιοῦτός ἐστιν οἷσπερ ἥδεται ξυνών.
- ὦ πλοῦθ’, ὅσῳ μὲν ῥᾷστον εἶ βάρος φέρειν,
- πόνοι δὲ κἀν σοὶ καὶ φθοραὶ πολλαὶ βίου
- ἔνεισ’· ὁ γὰρ πᾶς ἀσθενὴς αἰὼν βροτοῖς.
- φθόνον οὐ σέβω,
- φθονεῖσθαι δὲ θέλοιμ’ ἂν ἐπ’ ἐσθλοῖς.
- δμωσὶν δ’ ἐμοῖσιν εἶπον ὡς ταυτηρίαις
- πυρίδες καὶ διιπετῆ κτεῖναι
- καίτοι ποτ’ εἴ τιν’ εἰσίδοιμ’ ἀνὰ πτόλιν
- τυφλὸν προηγητῆρος ἐξηρτημένον,
- ἀδημονοῦντα συμφοραῖς ἐλοιδόρουν,
- ὡς δειλὸς εἴη θάνατον ἐκποδὼν ἔχων.
- καὶ νῦν λόγοισι τοῖς ἐμοῖς ἐναντίως
- πέπτωχ’ ὁ τλήμων· ὦ φιλόζωοι βροτοί,
- οἳ τὴν ἐπιστείχουσαν ἡμέραν ἰδεῖν
- ποθεῖτ’ ἔχοντες μυρίων ἄχθος κακῶν.
- οὕτως ἔρως βροτοῖσιν ἔγκειται βίου·
- τὸ ζῆν γὰρ ἴσμεν, τοῦ θανεῖν δ’ ἀπειρίᾳ
- πᾶς τις φοβεῖται φῶς λιπεῖν τόδ’ ἡλίου.