Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. δεινόν γε, τοῖς πλουτοῦσι τοῦτο δ’ ἔμφυτον,
  2. σκαιοῖσιν εἶναι· τί ποτε τοῦτο ταἴτιον;
  3. ἆρ’ ὄλβος αὐτοῖς ὅτι τυφλὸς συνηρετεῖ,
  4. τυφλὰς ἔχουσι τὰς φρένας καὶ τῆς τύχης;
  1. ὡς πανταχοῦ γε πατρὶς ἡ βόσκουσα γῆ.
  1. εὐδαιμονίζων ὄχλος ἐξέπληξέ με.
  1. ἔλα δὲ μήτε Λιβυκὸν αἰθέρ’ εἰσβαλών·
  2. κρᾶσιν γὰρ ὑγρὰν οὐκ ἔχων, ἁψῖδα σὴν
  3. κάτω διήσει . .  .  .  .  .  .
  4. ἵει δ’ ἐφ’ ἑπτὰ πλειάδων ἔχων δρόμον. . . .
  5. τοσαῦτ’ ἀκούσας παῖς ἔμαρψεν ἡνίας·
  6. κρούσας δὲ πλευρὰ πτεροφόρων ὀχημάτων
  7. μεθῆκεν, αἳ δ’ ἔπταντ’ ἐπ’ αἰθέρος πτυχάς.
  8. πατὴρ δ’ ὄπισθε νῶτα σειραίου βεβὼς
  9. ἵππευε παῖδα νουθετῶν· ἐκεῖσ’ ἔλα,
  10. τῇδε στρέφ’ ἅρμα, τῇδε.
  1. πυρός τ’ ἐρινὺς ἐν νεκροῖς θερηνυαι
  2. ζῶσ’ ἥδ’ ἀνίησ’ ἀτμὸν ἐμφανῆ . .
  3. ἀπωλόμην· οὐκ οἴσετ’ εἰς δόμους ν〈έκυν;〉
  4. νοεῖς; πόσις μοι πλησίον γαμηλίους
  5. μολπὰς ἀυτεῖ παρθένοις ἡγούμενος.
  6. οὐ θᾶσσον; οὐ σταλαγμὸν ἐξομόρξετε,
  7. εἴ πού τις ἔστιν αἵματος χαμαὶ πεσών;
  8. ἐπείγετ’ εἶα, δμωίδες· κρύψω δέ νιν
  9. ξεστοῖσι θαλάμοις, ἔνθ’ ἐμῷ κεῖται πόσει
  10. χρυσός· μόνη δὲ κλῇθρ’ ἐγὼ σφραγίζομαι.
  11. ὦ καλλιφεγγὲς Ἥλι’, ὥς μ’ ἀπώλεσας
  12. καὶ τόνδ’ · Ἀπόλλων δ’ ἐν βροτοῖς ὀρθῶς καλῇ,
  13. ὅστις τὰ σιγῶντ’ ὀνόματ’ οἶδε δαιμόνων.
  14. ΧΟΡ. Ὑμὴν Ὑμήν, στρ.
  15. τὰν Διὸς οὐρανίαν ἀείδομεν
  16. τὰν ἐρώτων πότνιαν, τὰν παρθένοις
  17. γαμήλιον Ἀφροδίταν.
  18. πότνια, σοὶ τάδ’ ἐγὼ νυμφεῖ’ ἀείδω,
  19. Κύπρι θεῶν καλλίστα,
  20. τῷ τε νεόζυγι σῷ
  21. πώλῳ, τὸν ἐν αἰθέρι κρύπτεις
  22. σῶν γάμων γένναν·
  23. ἃ τὸν μέγαν ἀντ.
  24. τᾶσδε πόλεως βασιλῆ νυμφεύεται,
  25. ἀστερωποῖσιν δόμοισιν χρυσέων
  26. ἀρχόν, φίλον Ἀφροδίτᾳ.
  27. ὦ μακάρων βασιλεὺς μείζων ἔτ’ ὄλβον·
  28. ὃς θεὰν κηδεύσεις
  29. καὶ μόνος ἀθανάτων
  30. γαμβρὸς δι’ ἀπείρονα γαῖαν
  31. θνατὸς ὑμνήσῃ.
  32. ΜΕΡ. χώρει σὺ καὶ τάσδ’ εἰς δόμους ἄγων κόρας
  33. γυναῖκ’ ἄνωχθι πᾶσι τοῖς κατὰ στόμα
  34. θεοῖς χορεῦσαι καὶ κυκλώσασθαι δόμους
  35. σεμνοῖσιν ὑμεναίοισιν, Ἑστίας θ’ ἕδος,
  36. ἀφ’ ἧς γε σώφρων πᾶς ἂν ἄρχεσθαι θέλοι
  37. εὐχὰς πο〈εῖσθαι〉.  .  .  .  .  .  .
  38. .  .  .  .  .  .  .  .  .  .  .  .
  39. .  .  .  .  .  .  .  .  .  .  .  .
  40. .  .  .  .  .  .  .  .  .  .  .  .
  41. .  .  .  .  .  .  .  .  .  .  .  .
  42. θεᾶς προσελθεῖν τέμενος ἐξ ἐμῶν δόμων.
  43. ΘΕΡ. ὦ δέσποτ’, ἔστρεψ’ ἐκ δόμων ταχὺν πόδα.
  44. οὗ γὰρ σὺ σῴζῃ σεμνὰ θησαυρίσματα
  45. χρυσοῦ, δι’ ἁρμῶν ἐξαμείβεται πύλης
  46. καπνοῦ μέλαιν’ ἄησις ἔνδοθεν στέγης.
  47. προσθεὶς πρόσωπον φλόγα μὲν οὐχ ὁρῶ πυρός,
  48. γέμοντα δ’ οἶκον μέλανος ἔνδοθεν καπνοῦ.
  49. ἀλλ’ ἔσιθ’ ἐς οἶκον, μή τιν’ Ἥφαιστος χόλον
  50. δόμοις ἐπεισφρεὶς μέλαθρα συμφλέξῃ πυρὶ·
  51. ἐν τοῖσιν ἡδίστοισι Φαέθοντος γάμοις.
  52. ΜΕΡ.πῶς φής; ὅρα μὴ θυμάτων πυρουμένων
  53. κατ’ οἶκον ἀτμὸν κεῖσ’ ἀποσταλέντ’ ἴδῃς.
  54. ΘΕΡ.ἅπαντα ταῦτ’ ἠθρησεκανπωτουσεχει
  55. ΜΕΡ.οἶδεν δ’ ἐμὴ τάδ’ ἢ οὐκ ἐπίσταται δάμαρ;
  56. ΘΕΡ.θυηπολοῦσα θεοῖς ἐκεῖσ’ ἔχει φρένας.
  57. ΜΕΡ.ἀλλ’ εἶμ’, ἐπεί τοι καὶ φιλεῖ τὰ τοιάδε
  58. ληφθέντα φαύλως ἐς μέγαν χειμῶν’ ἄγειν.
  59. σὺ δ’ ὡς πάρος δέσποινα Δήμητρος κόρη
  60. Ἥφαιστέ τ’ ἔστε πρευμενεῖς δόμοις ἐμοῖς.
  61. ΧΟΡ.τάλαιν’ ἐγώ, τάλαινα, ποῖ πόδα
  62. πτερόεντα καταστάσω;
  63. ἀν’ αἰθέρ’; ἢ γᾶς ὑπὸ κεῦθος ἄφαντον
  64. ἐξαμαυρωθῶ;
  65. ἰώ μοί μοι, κακὰ φανήσεται·
  66. βασίλεια τάλαινα παῖς τ’ ἔσω
  67. κρυφαῖος νέκυς.
  68. ὀτοτοτοῖ, κεραύνιαί τ’ ἐκ Διὸς
  69. πυριβόλοι πλαγαὶ λέχεα θ’ Ἁλίου.
  70. ὦ δυστάλαινα τῶν ἀμετρήτων κακῶν
  71. Ὠκεανοῦ κόρα,
  72. πατρὸς ἴθι πρόσπεσε
  73. γόνυ 〈λι〉ταῖς, σφαγὰς
  74. σφαγὰς οἰκτρά τ’ ἀρκέσαι σᾶς δειρᾶς.
  75. ΜΕΡ.ἰώ μοί μοι.
  76. ΧΟΡ.ἠκούσατ’ ἀρχὰς δεσπότου στεναγμάτων;
  77. ΜΕΡ. ἰὼ τέκνον.
  78. ΧΟΡ. καλεῖ τὸν οὐ κλύοντα δυστυχῆ γόνον
  79. .  .  .  .  .  .  .  τῶνὁρᾶν σαφῆ.
  1. ψυκτήρια
  2. δένδρεα φίλαισιν ὠλέναισι λέξεται.
  1. χρυσέα βῶλος
  1. ἐν τοῖσι μώροις τοῦτ’ ἐγὼ κρίνω βροτῶν,
  2. ὅστις τῶν πατέρων παισὶ μὴ φρονοῦσιν εὖ
  3. ἢ καὶ πολίταις παραδίδωσ’ ἐξουσίαν.
  1. μισῶ δὲ.  .  .  .  .  . ἀγκύλον
  2. τόξον κρανείας, γυμνάσια δ’ οἰχοίατο.
  1. φίλος δέ μοι
  2. ἄλουτος ἐν φάραγξι σήπεται νέκυς.
  1. πῶς δ’ ἂν φρονοίην, ᾧ παρῆν ἀπραγμόνως
  2. ἐν τοῖσι πολλοῖς ἠριθμημένῳ στρατοῦ
  3. ἴσον μετασχεῖν τῷ σοφωτάτῳ τύχης;
  1. οὐδὲν γὰρ οὕτω γαῦρον ὡς ἀνὴρ ἔφυ·
  2. τοὺς γὰρ περισσοὺς καί τι πράσσοντας πλέον
  3. τιμῶμεν ἄνδρας τ’ ἐν πόλει νομίζομεν.
  1. ὀκνῶν δὲ μόχθων τῶν πρὶν ἐκχέαι χάριν
  2. καὶ τοὺς παρόντας οὐκ ἀπωθοῦμαι πόνους.
  1. δύσμορφα μέντοι τἄνδον εἰσιδεῖν, ξένε.
  1. ἅλις, ὦ βιοτά· πέραινε,
  2. πρίν τινα συντυχίαν
  3. ἢ κτεάτεσσιν ἐμοῖς ἢ σώματι τῷδε γενέσθαι.
  1. φαγέδαιν’ ἀεί μου σάρκα θοινᾶται ποδός
  1. μακάριος ὅστις εὐτυχῶν οἴκοι μένει·
  2. ἐν γῇ δ’ ὁ φόρτος, καὶ πάλιν ναυτίλλεται.
  1. ὁρᾶτε δ’ ὡς κἀν θεοῖσι κερδαίνειν καλόν,
  2. θαυμάζεται δ’ ὁ πλεῖστον ἐν ναοῖς ἔχων
  3. χρυσόν. τί δῆτα καὶ σὲ κωλύει 〈λαβεῖν〉
  4. κέρδος, παρόν γε κἀξομοιοῦσθαι θεοῖς;
  1. τί δῆτα θάκοις μαντικοῖς ἐνήμενοι
  2. σαφῶς διόμνυσθ’ εἰδέναι τὰ δαιμόνων;
  3. οὐ τῶνδε χειρώνακτες ἄνθρωποι λόγων·
  4. ὅστις γὰρ αὐχεῖ θεῶν ἐπίστασθαι πέρι,
  5. οὐδέν τι μᾶλλον οἶδεν ἢ πείθειν λέγων.
  1. ὑπέρ γε μέντοι παντὸς Ἑλλήνων στρατοῦ
  2. αἰσχρὸν σιωπᾶν, βαρβάρους δ’ ἐᾶν λέγειν.