Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. αἰδὼς γὰρ ὀργῆς πλείον’ ὠφελεῖ βροτούς.
  1. αἰσίως
  1. ἀνανομήν
  1. ἄπυργος
  1. κατηβολή
  1. σφακελισμός
  1. Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς
  2. καθαπτὸς ἐν πεύκαισι Παρνασὸν κάτα
  3. πηδᾷ χορεύων παρθένοις σὺν Δελφίσιν
  1. δείξω μὲν Ἀργείοισιν Ἀχελῴου ῥόον
  1. ἕτερον ἐφ’ ἑτέρῳ αἰρόμενος
  2. ἄγρευμ’ ἀνθέων ἡδομένα ψυχᾷ
  3. τὸ νήπιον ἄπληστον ἔχων
  1. ἀνὰ τὸ δωδεκαμήχανον ἄστρον
  1. περίβαλ’, ὦ τέκνον, ὠλένας
  1. ἅ γ’ οὖν παραινῶ, ταῦτά μου δέξαι, γύναι.
  2. ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν,
  3. θάπτει τε τέκνα χἄτερ’ αὖ κτᾶται νέα,
  4. αὐτός τε θνήσκει· καὶ τάδ’ ἄχθονται βροτοί,
  5. εἰς γῆν φέροντες γῆν. ἀναγκαίως δ’ ἔχει
  6. βίον θερίζειν ὥστε κάρπιμον στάχυν,
  7. καὶ τὸν μὲν εἶναι, τὸν δὲ μή· τί ταῦτα δεῖ
  8. στένειν, ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν;
  9. δεινὸν γὰρ οὐδὲν τῶν ἀναγκαίων βροτοῖς.
  1. κακοῖς τὸ κέρδος τῆς δίκης ὑπέρτερον.
  1. πρὸς τὰς φύσεις χρὴ καὶ τὰ πράγματα σκοπεῖν
  2. καὶ τὰς διαίτας τῶν κακῶν τε κἀγαθῶν,
  3. πειθὼ δὲ τοῖς μὲν σώφροσιν πολλὴν ἔχειν,
  4. τοῖς μὴ δικαίοις δ’ οὐδὲ συμβάλλειν χρεών.