Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- οὐκ ἔστι κρεῖσσον ἄλλο πλὴν κρατεῖν δορί.
- ῥώμη δέ τ’ ἀμαθὴς πολλάκις τίκτει βλάβην.
- τοῖς πᾶσιν ἀνθρώποισι κατθανεῖν μένει.
- κοινὸν δ’ ἔχοντες αὐτὸ κοινὰ πάσχομεν
- πάντες· τὸ γὰρ χρεὼν μεῖζον ἢ τὸ μὴ χρεών.
- ἀρετὴ δὲ κἂν θάνῃ τις οὐκ ἀπόλλυται,
- ζῇ δ’ οὐκέτ’ ὄντος σώματος· κακοῖσι δὲ
- ἅπαντα φροῦδα συνθανόνθ’ ὑπὸ χθονός.
- ἀσύνετος ὅστις ἐν φόβῳ μὲν ἀσθενής,
- λαβὼν δὲ μικρὸν τῆς τύχης φρονεῖ μέγα.
- ὡς σκαιὸς ἁνὴρ καὶ ξένοισιν ἄξενος
- καὶ μνημονεύων οὐδὲν ὧν ἐχρῆν φίλου.
- σπάνιον ἄρ’ ἦν θανοῦσιν ἀσφαλεῖς φίλοι,
- κἂν ὁμόθεν ὦσι· τὸ γὰρ ἔχειν πλέον κρατεῖ
- τῆς εὐσεβείας· ἡ δ’ ἐν ὀφθαλμοῖς χάρις
- ἀπόλωλ’, ὅταν τις ἐκ δόμων ἀνὴρ θάνῃ.
- καλόν γ’ ἀληθὴς κἀτενὴς παρρησία.
- πολλοὶ γεγῶτες ἄνδρες οὐκ ἔχουσ’ ὅπως
- δείξουσιν αὑτοὺς τῶν κακῶν ἐξουσίᾳ.
- φεῦ φεῦ, τὸ φῦναι πατρὸς εὐγενοῦς ἄπο
- ὅσην ἔχει φρόνησιν ἀξίωμά τε.
- κἂν γὰρ πένης ὢν τυγχάνῃ, χρηστὸς γεγὼς
- τιμὴν ἔχει τιν’, ἀναμετρούμενος δέ πως
- τὸ τοῦ πατρὸς γενναῖον ὠφελεῖ τρόπῳ.
- . . . . . . ἦλθεν δ’
- ἐπὶ χρυσόκερων ἔλαφον, μεγάλων
- ἄθλων ἕνα δεινὸν ὑποστάς,
- κατ’ ἔναυλ’ ὀρέων ἀβάτους ἐπί τε
- λειμῶνας ποίμνιά τ’ ἄλση.
- ἄλλη πρὸς ἄλλο γαῖα χρησιμωτέρα.
- τὸ δὲ στρατηγεῖν τοῦτ’ ἐγὼ κρίνω, καλῶς
- γνῶναι τὸν ἐχθρὸν ᾗ μάλισθ’ ἁλώσιμος.
- ἄρξεις ἄρ’ οὕτω· χρὴ δὲ τὸν στρατηλάτην
- ὁμῶς δίκαιον ὄντα ποιμαίνειν στρατόν.
- τολμᾶν δὲ χρεών· ὁ γὰρ ἐν καιρῷ
- μόχθος πολλὴν εὐδαιμονίαν
- τίκτει θνητοῖσι τελευτῶν.