Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. ἔξω γὰρ ὀργῆς πᾶς ἀνὴρ σοφώτερος.·
  1. ἄελπτον οὐδέν, πάντα δ’ ἐλπίζειν χρεών.
  1. εὔφημα καὶ σᾶ καὶ κατεσφραγισμένα
  1. ἢ ἑτέρᾳ φράσω;
  1. ἰδού, πρὸς αἰθέρ’ ἐξαμίλλησαι κόρας
  2. γραπτούς 〈τ’ ἐν αἰετ〉οῖσι πρόσβλεψον τύπους.
  1. οἰνάνθα τρέφει τὸν ἱερὸν βότρυν
  1. ἀναδρομαί
  1. ἄρκτος
  1. ἐκδημία
  1. κροταλισάσης
  1. νεαρός
  1. Μέροπι τῆσδ’ ἄνακτι γῆς,
  2. ἣν ἐκ τεθρίππων ἁρμάτων πρώτην χθόνα
  3. Ἥλιος ἀνίσχων χρυσέᾳ βάλλει φλογί.
  4. καλοῦσι δ’ αὐτὴν γείτονες μελάμβροτοι
  5. Ἕω φαεννὰς Ἡλίου θ’ ἱπποστάσεις.
  1. θερμὴ δ’ ἄνακτος φλὸξ ὑπερτέλλουσα γῆς
  2. καίει τὰ πόρρω, τἀγγύθεν δ’ εὔκρατ’ ἔχει.=
  1. μνησθεὶς ὅ μοί ποτ’ εἶφ’ ὅτ’ ηὐνάσθη θεός.
  2. αἰτοῦ τί χρῄζεις ἕν· πέρᾳ γὰρ οὐ θέμις
  3. λαβεῖν σε· κἂν μὲν τυγχάνῃς
  4. θεοῦ πέφυκας· εἰ δὲ μή, ψευδὴς ἐγώ.
  5. ΦΑΕ.πῶς οὖν πρόσειμι δῶμα θερμὸν Ἡλίου;
  6. ΚΛΥ.κείνῳ μελήσει σῶμα μὴ βλάπτειν τὸ σόν.
  7. ΦΑΕ.εἴπερ πατὴρ πέφυκεν, οὐ κακῶς λέγεις.
  8. ΚΛΥ. σάφ’ ἴσθι· πεύσῃ δ’ αὐτὸ τῷ χρόνῳ σαφῶς.
  9. ΦΑΕ. ἀρκεῖ· πέποιθα γάρ σε μὴ ψευδῆ λέγειν.
  10. ἀλλ’ ἕρπ’ ἐς οἴκους· καὶ γὰρ αἵδ’ ἔξω δόμων
  11. δμῳαὶ περῶσιν, αἳ πατρὸς κατὰ σταθμοὺς
  12. σαίρουσι δῶμα καὶ δόμων κειμήλια
  13. καθ’ ἡμέραν φοιβῶσι κἀπιχωρίοις
  14. ὀσμαῖσι θυμιῶσιν εἰσόδους δόμων.
  15. ὅταν δ’ ὕπνον γεραιὸς ἐκλιπὼν πατὴρ
  16. πύλας ἀμείψῃ καὶ λόγους γάμων πέρι
  17. λέξῃ πρὸς ἡμᾶς, Ἡλίου μολὼν δόμους
  18. τοὺς σοὺς ἐλέγξω, μῆτερ, εἰ σαφεῖς λόγοι
  19. ΧΟΡ.  .  .  .  .  .  .  . στρ. α
  20. .  .  .  .  . κατὰ γᾶν
  21. . δειλα . . α̣ . κ̣υ̣ . .μ̣α̣ι̣
  22. .  .  .  .  .  .  .  .
  23. μέλπει δ’ ἐν δένδρεσι λεπτὰν
  24. ἀηδὼν ἁρμονίαν
  25. ὀρθρευομένα γόοις
  26. Ἴτυν Ἴτυν πολύθρηνον.
  27. σύριγγας δ’ οὐριβάται ἀντ. α
  28. κινοῦσιν ποίμνας ἐλάται·
  29. ἔγρονται δ’ εἰς βοτάναν
  30. ξανθᾶν πώλων συζυγίαι.
  31. ἤδη δ’ εἰς ἔργα κυναγοὶ
  32. στείχουσιν θηροφόνοι,
  33. παγαῖς τ’ ἐπ’ Ὠκεανοῦ
  34. μελιβόας κύκνος ἀχεῖ.
  35. ἄκατοι δ’ ἀνάγονται ὑπ’ εἰρεσίας στρ. β
  36. ἀνέμων τ’ εὐαέσσιν ῥοθίοις
  37. ἀνὰ δ’ ἱστία . . . . . . .
  38. .  .  .  .  .  .  .  .
  39. .  .  .  .  .  .  .  .
  40. .  .  .  .  .  .
  41. .  .  .  .  .  .  .  .  .  .  .
  42. σινδὼν δὲ πρότονον ἐπὶ μέσον πελάζει.
  43. τὰ μὲν οὖν ἑτέροισι μέριμνα πέλει· ἀντ. β
  44. κόσμον δ’ ὑμεναίων δεσποσύνων
  45. ἐμὲ καὶ τὸ δίκαιον ἄγει καὶ ἔρως
  46. ὑμνεῖν· δμωσὶν γὰρ ἀνάκτων
  47. εὐαμερίαι προσιοῦσαι
  48. μολπᾶν θράσος αἴρουσ’
  49. ἐπὶ χάρματ’· εἰ δὲ τύχα τι τέκοι,
  50. βαρὺν βαρεῖα φόβον ἔπεμψεν οἴκοις.
  51. ὁρίζεται δὲ τόδε φάος γάμων τέλος, ἐπ.
  52. τὸ δή ποτ’ εὐχαῖς ἐγὼ
  53. λισσομένα προσέβαν
  54. ὑμέναιον ἀεῖσαι
  55. φίλον φίλων δεσποτᾶν.
  56. θεὸς ἔδωκε, χρόνος ἔκρανε
  57. λέχος ἐμοῖσιν ἀρχέταις.
  58. ἴτω τελεία γάμων ἀοιδά.
  59. ἀλλ’ ὅδε γὰρ δὴ βασιλεὺς πρὸ δόμων
  60. κῆρύξ θ’ ἱερὸς καὶ παῖς Φαέθων
  61. βαίνουσι, τριπλοῦν ζεῦγος, ἔχειν χρὴ
  62. στόμ’ ἐν ἡσυχίᾳ·
  63. περὶ γὰρ μεγάλων γνώμας δείξει,
  64. παῖδ’ ὑμεναίοις, ὡς φησί, θέλων
  65. ζεῦξαι νύμφης τε λεπάδνοις.
  66. 〈ΚΗΡ.〉 Ὠκεανοῦ πεδίων οἰκήτορες,
  67. εὐφαμεῖτ’, ὦ,
  68. ἐκτόπιοί τε δόμων ἀπαείρετε,
  69. ὦ ἴτε, λαοί.
  70. κηρύσσω δ’ ὁσίαν βασιλήιον,
  71. αἰτῶ δ’ αὐδὰν
  72. εὐτεκνίαν τε γάμοις, ὧν ἔξοδος
  73. ἅδ’ ἕνεχ’ ἥκει,
  74. παιδὸς πατρός τε τῇδ’ ἐν ἡμέρᾳ λέχη
  75. κρᾶναι θελόντων· ἀλλὰ σῖγ’ ἔστω λεώς.
  76. ΜΕΡ. . .  .  .  .  .  .  .  .  .  .  .  .
  77. .  .  .  .  .  .  . εἰ γὰρ εὖ λέγω