Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. ἀσύνετος ὅστις ἐν φόβῳ μὲν ἀσθενής,
  2. λαβὼν δὲ μικρὸν τῆς τύχης φρονεῖ μέγα.
  1. ὡς σκαιὸς ἁνὴρ καὶ ξένοισιν ἄξενος
  2. καὶ μνημονεύων οὐδὲν ὧν ἐχρῆν φίλου.
  3. σπάνιον ἄρ’ ἦν θανοῦσιν ἀσφαλεῖς φίλοι,
  4. κἂν ὁμόθεν ὦσι· τὸ γὰρ ἔχειν πλέον κρατεῖ
  5. τῆς εὐσεβείας· ἡ δ’ ἐν ὀφθαλμοῖς χάρις
  6. ἀπόλωλ’, ὅταν τις ἐκ δόμων ἀνὴρ θάνῃ.
  1. καλόν γ’ ἀληθὴς κἀτενὴς παρρησία.
  1. πολλοὶ γεγῶτες ἄνδρες οὐκ ἔχουσ’ ὅπως
  2. δείξουσιν αὑτοὺς τῶν κακῶν ἐξουσίᾳ.
  1. φεῦ φεῦ, τὸ φῦναι πατρὸς εὐγενοῦς ἄπο
  2. ὅσην ἔχει φρόνησιν ἀξίωμά τε.
  3. κἂν γὰρ πένης ὢν τυγχάνῃ, χρηστὸς γεγὼς
  4. τιμὴν ἔχει τιν’, ἀναμετρούμενος δέ πως
  5. τὸ τοῦ πατρὸς γενναῖον ὠφελεῖ τρόπῳ.
  1. . . . . . . ἦλθεν δ’
  2. ἐπὶ χρυσόκερων ἔλαφον, μεγάλων
  3. ἄθλων ἕνα δεινὸν ὑποστάς,
  4. κατ’ ἔναυλ’ ὀρέων ἀβάτους ἐπί τε
  5. λειμῶνας ποίμνιά τ’ ἄλση.
  1. ἄλλη πρὸς ἄλλο γαῖα χρησιμωτέρα.
  1. τὸ δὲ στρατηγεῖν τοῦτ’ ἐγὼ κρίνω, καλῶς
  2. γνῶναι τὸν ἐχθρὸν ᾗ μάλισθ’ ἁλώσιμος.
  1. ἄρξεις ἄρ’ οὕτω· χρὴ δὲ τὸν στρατηλάτην
  2. ὁμῶς δίκαιον ὄντα ποιμαίνειν στρατόν.
  1. τολμᾶν δὲ χρεών· ὁ γὰρ ἐν καιρῷ
  2. μόχθος πολλὴν εὐδαιμονίαν
  3. τίκτει θνητοῖσι τελευτῶν.
  1. αἰδὼς γὰρ ὀργῆς πλείον’ ὠφελεῖ βροτούς.
  1. αἰσίως
  1. ἀνανομήν
  1. ἄπυργος
  1. κατηβολή
  1. σφακελισμός
  1. Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς
  2. καθαπτὸς ἐν πεύκαισι Παρνασὸν κάτα
  3. πηδᾷ χορεύων παρθένοις σὺν Δελφίσιν
  1. δείξω μὲν Ἀργείοισιν Ἀχελῴου ῥόον
  1. ἕτερον ἐφ’ ἑτέρῳ αἰρόμενος
  2. ἄγρευμ’ ἀνθέων ἡδομένα ψυχᾷ
  3. τὸ νήπιον ἄπληστον ἔχων
  1. ἀνὰ τὸ δωδεκαμήχανον ἄστρον