Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. οὔ τἄρ’ Ὀδυσσεύς ἐστιν αἱμύλος μόνος·
  2. χρεία διδάσκει, κἂν βραδύς τις ᾖ, σοφόν.
  1. σὺ δ’ εἶκ’ ἀνάγκῃ καὶ θεοῖσι μὴ μάχου·
  2. τόλμα δὲ προσβλέπειν με καὶ φρονήματος
  3. χάλα. τά τοι μέγιστα πολλάκις θεὸς
  4. ταπείν’ ἔθηκε καὶ συνέστειλεν πάλιν.
  1. τί δ’, ὦ τάλας; σὺ τῷδε πείθεσθαι μέλλεις;
  1. ὥρα σε θυμοῦ κρείσσονα γνώμην ἔχειν.
  1. Ἕλληνες ὄντες βαρβάροις δουλεύσομεν;
  1. κακῶς ὀλοίατ’· ἄξιον γὰρ Ἑλλάδι.
  1. κακός τίς ἐστι προξένῳ σοὶ χρώμενος.
  1. ἴθ’ ὅποι χρήζεις· οὐκ ἀπολοῦμαι
  2. τῆς σῆς Ἑλένης εἵνεκα
  1. Σπάρτην ἔλαχες, κείνην κόσμει·
  2. τὰς δὲ Μυκήνας ἡμεῖς ἰδίᾳ.
  1. πριστοῖσι λόγχης θέλγεται ῥινήμασιν
  1. λοχαῖον σῖτον
  1. ψυκτήρ
  1. ἀπέπτυσ’ ἐχθροῦ φωτὸς ἔχθιστον τέκος.
  1. φιλεῖ τοι πόλεμος οὐ πάντων τυχεῖν,
  2. ἐσθλῶν δὲ χαίρει πτώμασιν νεανιῶν,
  3. κακοὺς δὲ μισεῖ. τῇ πόλει μὲν οὖν νόσος
  4. τόδ’ ἐστί, τοῖς δὲ κατθανοῦσιν εὐκλεές.
  1. εἰκὸς δὲ παντὶ καὶ λόγῳ καὶ μηχανῇ
  2. πατρίδος ἐρῶντας ἐκπονεῖν σωτηρίαν.
  1. ἅπασα Πελοπόννησος εὐτυχεῖ πόλις.
  1. οὐκ ἔστι κρεῖσσον ἄλλο πλὴν κρατεῖν δορί.
  1. ῥώμη δέ τ’ ἀμαθὴς πολλάκις τίκτει βλάβην.
  1. τοῖς πᾶσιν ἀνθρώποισι κατθανεῖν μένει.
  2. κοινὸν δ’ ἔχοντες αὐτὸ κοινὰ πάσχομεν
  3. πάντες· τὸ γὰρ χρεὼν μεῖζον ἢ τὸ μὴ χρεών.
  1. ἀρετὴ δὲ κἂν θάνῃ τις οὐκ ἀπόλλυται,
  2. ζῇ δ’ οὐκέτ’ ὄντος σώματος· κακοῖσι δὲ
  3. ἅπαντα φροῦδα συνθανόνθ’ ὑπὸ χθονός.