Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. τί δ’, ὦ τάλας; σὺ τῷδε πείθεσθαι μέλλεις;
  1. ὥρα σε θυμοῦ κρείσσονα γνώμην ἔχειν.
  1. Ἕλληνες ὄντες βαρβάροις δουλεύσομεν;
  1. κακῶς ὀλοίατ’· ἄξιον γὰρ Ἑλλάδι.
  1. κακός τίς ἐστι προξένῳ σοὶ χρώμενος.
  1. ἴθ’ ὅποι χρήζεις· οὐκ ἀπολοῦμαι
  2. τῆς σῆς Ἑλένης εἵνεκα
  1. Σπάρτην ἔλαχες, κείνην κόσμει·
  2. τὰς δὲ Μυκήνας ἡμεῖς ἰδίᾳ.
  1. πριστοῖσι λόγχης θέλγεται ῥινήμασιν
  1. λοχαῖον σῖτον
  1. ψυκτήρ
  1. ἀπέπτυσ’ ἐχθροῦ φωτὸς ἔχθιστον τέκος.
  1. φιλεῖ τοι πόλεμος οὐ πάντων τυχεῖν,
  2. ἐσθλῶν δὲ χαίρει πτώμασιν νεανιῶν,
  3. κακοὺς δὲ μισεῖ. τῇ πόλει μὲν οὖν νόσος
  4. τόδ’ ἐστί, τοῖς δὲ κατθανοῦσιν εὐκλεές.
  1. εἰκὸς δὲ παντὶ καὶ λόγῳ καὶ μηχανῇ
  2. πατρίδος ἐρῶντας ἐκπονεῖν σωτηρίαν.
  1. ἅπασα Πελοπόννησος εὐτυχεῖ πόλις.