Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. μή μοι φθονήσητ’, ἄνδρες Ἑλλήνων ἄκροι,
  2. εἰ πτωχὸς ὢν τέτληκ’ ἐν ἐσθλοῖσιν λέγειν.
  1. οἶδ’ ἄνδρα Μυσὸν Τήλεφον . . εἴτε δὲ
  2. Μυσὸς 〈γεγὼς〉 ἦν εἴτε κἄλλοθέν ποθεν,
  3. πῶς . . . . Τήλεφος γνωρίζεται;
  1. κώπης ἀνάσσων κἀποβὰς εἰς Μυσίαν
  2. ἐτραυματίσθην πολεμίῳ βραχίονι.
  1. Ἀγάμεμνον, οὐδ’ εἰ πέλεκυν ἐν χεροῖν ἔχων
  2. μέλλοι τις εἰς τράχηλον ἐμβαλεῖν ἐμόν,
  3. σιγήσομαι δίκαιά γ’ ἀντειπεῖν ἔχων.
  1. καλῶς ἔχοι μοι· Τηλέφῳ δ’ ἁγὼ φρονῶ
  1. ἐρεῖ τις, οὐ χρῆν· ἀλλὰ τί ἐχρῆν εἴπατε.
  1. καθῆσθ’ ἂν ἐν δόμοισιν; ἦ πολλοῦ γε δεῖ.
  1. τὸν δὲ Τήλεφον
  2. οὐκ οἰόμεσθα; νοῦς ἄρ’ ὑμῖν οὐκ ἔνι.
  1. εἶτα δὴ θυμούμεθα
  2. παθόντες οὐδὲν μεῖζον ἢ δεδρακότες;
  1. ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ
  1. ὦ πόλις Ἄργους, κλύεθ’ οἷα λέγει
  1. τί γάρ με πλοῦτος ὠφελεῖ νόσον;
  2. σμίκρ’ ἂν θέλοιμι καὶ καθ’ ἡμέραν ἔχων
  3. ἄλυπος οἰκεῖν μᾶλλον ἢ πλουτῶν νοσεῖν.
  1. οὔ τἄρ’ Ὀδυσσεύς ἐστιν αἱμύλος μόνος·
  2. χρεία διδάσκει, κἂν βραδύς τις ᾖ, σοφόν.
  1. σὺ δ’ εἶκ’ ἀνάγκῃ καὶ θεοῖσι μὴ μάχου·
  2. τόλμα δὲ προσβλέπειν με καὶ φρονήματος
  3. χάλα. τά τοι μέγιστα πολλάκις θεὸς
  4. ταπείν’ ἔθηκε καὶ συνέστειλεν πάλιν.