Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. οὐδεὶς δ’ ἐς οἴκους δεσπότας ἀμείνονας
  2. αὑτοῦ πρίασθαι βούλεται· σὲ δ’ εἰσορῶν
  3. πᾶς τις δέδοικεν. ὄμμα γὰρ πυρὸς γέμεις,
  4. ταῦρος λέοντος ὡς βλέπων πρὸς ἐμβολήν.
  1. τό γ’ εἶδος αὐτὸ σοῦ κατηγορεῖ
  2. σιγῶντος ὡς εἴης ἂν οὐχ ὑπήκοος,
  3. τάσσειν δὲ μᾶλλον ἢ ἐπιτάσσεσθαι θέλοις.
  1. κλίθητι καὶ πίωμεν· ἐν τούτῳ δέ μου
  2. τὴν πεῖραν εὐθὺς λάμβαν’ εἰ κρείσσων ἔσῃ.
  1. τοῖς μὲν δικαίοις ἔνδικος, τοῖς δ’ αὖ κακοῖς
  2. πάντων μέγιστος πολέμιος κατὰ χθόνα.
  1. εἶα δή, [φίλον] ξύλον,
  2. ἔγειρέ μοι σεαυτὸ καὶ γίγνου θρασύ.
  1. βαυβῶμεν εἰσελθόντες· ἀπόμορξαι σέθεν
  2. τὰ δάκρυα.
  1. φεῦ,
  2. οὐδὲν δίκαιόν ἐστιν ἐν τῷ νῦν γένει.
  1. Ὦ γαῖα πατρίς, ἣν Πέλοψ ὁρίζεται,
  2. χαῖρ’, ὅς τε πέτρον Ἀρκάδων δυσχείμερον
  3. 〈Πὰν〉 ἐμβατεύεις, ἔνθεν εὔχομαι γένος.
  4. Αὔγη γὰρ Ἀλέου παῖς με τῷ Τιρυνθίῳ
  5. τίκτει λαθραίως Ἡρακλεῖ· ξύνοιδ’ ὄρος
  6. Παρθένιον, ἔνθα μητέρ’ ὠδίνων ἐμὴν
  7. ἔλυσεν Εἰλείθυια.
  1. πτώχ’ ἀμφίβληστρα σώματος λαβὼν ῥάκη
  2. ἀλκτήρια τύχης
  1. δεῖ γάρ με δόξαι πτωχὸν [εἶναι τήμερον],
  2. εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή.
  1. ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος
  1. ὦ Φοῖβ’ Ἄπολλον Λύκιε, τί ποτέ μ’ ἐργάσῃ;
  1. μοχθεῖν ἀνάγκη τοὺς θέλοντας εὐτυχεῖν.
  1. τόλμα σὺ κἄν τι τραχὺ νείμωσιν θεοί.