Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. καὶ τὰς μὲν ἄξῃ, πῶλον ἢν διδῷς ἕνα,
  2. τὰς δ’ ἢν ξυνωρίδ’· αἵ δὲ κἀπὶ τεσσάρων
  3. φοιτῶσιν ἵππων ἀργυρῶν. φιλοῦσι δὲ
  4. τὸν ἐξ Ἀθηνῶν παρθένους ὅταν φέρῃ
  5. πολλάς
  1. σχεδὸν χαμεύνῃ σύμμετρος Κορινθίας
  2. παιδός, κνεφάλλου δ’ οὐχ ὑπερτείνεις πόδα.
  1. οὐδὲ κωλῆνες νεβρῶν
  1. ἔστι τοι καλὸν
  2. κακοὺς κολάζειν
  1. ἢ προσπηγνύναι
  2. κράδαις ἐριναῖς
  1. ἁμαρτεῖν
  1. ἔμβολα
  1. ἡ παῖς νοσεῖ σου κἀπικινδύνως ἔχει.
  2. 〈ΛΥΚ.〉 πρὸς τοῦ; τίς αὐτὴν πημονὴ δαμάζεται;
  3. μῶν κρυμὸς αὐτῆς πλευρὰ γυμνάζει χολῆς;
  1. σοφοὶ δὲ συγκρύπτουσιν οἰκείας βλάβας.
  1. φεῦ, τῶν βροτείων ὡς ἀνώμαλοι τύχαι.
  2. οἳ μὲν γὰρ εὗ πράσσουσι, τοῖς δὲ συμφοραὶ
  3. σκληραὶ πάρεισιν εὐσεβοῦσιν εἰς θεούς,
  4. καὶ πάντ’ ἀκριβῶς κἀπὶ φροντίδων βίον
  5. οὕτω δικαίως ζῶσιν αἰσχύνης ἄτερ.
  1. ζεύγλας
  1. παρασάγγης
  1. πίμπρη, κάταιθε σάρκας, ἐμπλήσθητί μου
  2. πίνων κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω
  3. γῆς εἶσιν ἄστρα, γῆ δ’ ἄνεισ’ ἐς αἰθέρα,
  4. πρὶν ἐξ ἐμοῦ σοι θῶπ’ ἀπαντῆσαι λόγον.
  1. ἥκιστα φαῦλος, ἀλλὰ πᾶν τοὐναντίον·
  2. τὸ σχῆμα σεμνὸς κοὺ ταπεινὸς οὐδ’ ἄγαν
  3. εὔογκος ὡς ἂν δοῦλος, ἀλλὰ καὶ στολὴν
  4. ἰδόντι λαμπρὸς καὶ ξύλῳ δραστήριος.