Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- καὶ τὰς μὲν ἄξῃ, πῶλον ἢν διδῷς ἕνα,
- τὰς δ’ ἢν ξυνωρίδ’· αἵ δὲ κἀπὶ τεσσάρων
- φοιτῶσιν ἵππων ἀργυρῶν. φιλοῦσι δὲ
- τὸν ἐξ Ἀθηνῶν παρθένους ὅταν φέρῃ
- πολλάς
- σχεδὸν χαμεύνῃ σύμμετρος Κορινθίας
- παιδός, κνεφάλλου δ’ οὐχ ὑπερτείνεις πόδα.
- οὐδὲ κωλῆνες νεβρῶν
- ἔστι τοι καλὸν
- κακοὺς κολάζειν
- ἢ προσπηγνύναι
- κράδαις ἐριναῖς
- ἁμαρτεῖν
- ἔμβολα
- ἡ παῖς νοσεῖ σου κἀπικινδύνως ἔχει.
- 〈ΛΥΚ.〉 πρὸς τοῦ; τίς αὐτὴν πημονὴ δαμάζεται;
- μῶν κρυμὸς αὐτῆς πλευρὰ γυμνάζει χολῆς;
- σοφοὶ δὲ συγκρύπτουσιν οἰκείας βλάβας.
- φεῦ, τῶν βροτείων ὡς ἀνώμαλοι τύχαι.
- οἳ μὲν γὰρ εὗ πράσσουσι, τοῖς δὲ συμφοραὶ
- σκληραὶ πάρεισιν εὐσεβοῦσιν εἰς θεούς,
- καὶ πάντ’ ἀκριβῶς κἀπὶ φροντίδων βίον
- οὕτω δικαίως ζῶσιν αἰσχύνης ἄτερ.
- ζεύγλας
- παρασάγγης
- πίμπρη, κάταιθε σάρκας, ἐμπλήσθητί μου
- πίνων κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω
- γῆς εἶσιν ἄστρα, γῆ δ’ ἄνεισ’ ἐς αἰθέρα,
- πρὶν ἐξ ἐμοῦ σοι θῶπ’ ἀπαντῆσαι λόγον.
- ἥκιστα φαῦλος, ἀλλὰ πᾶν τοὐναντίον·
- τὸ σχῆμα σεμνὸς κοὺ ταπεινὸς οὐδ’ ἄγαν
- εὔογκος ὡς ἂν δοῦλος, ἀλλὰ καὶ στολὴν
- ἰδόντι λαμπρὸς καὶ ξύλῳ δραστήριος.
- οὐδεὶς δ’ ἐς οἴκους δεσπότας ἀμείνονας
- αὑτοῦ πρίασθαι βούλεται· σὲ δ’ εἰσορῶν
- πᾶς τις δέδοικεν. ὄμμα γὰρ πυρὸς γέμεις,
- ταῦρος λέοντος ὡς βλέπων πρὸς ἐμβολήν.
- τό γ’ εἶδος αὐτὸ σοῦ κατηγορεῖ
- σιγῶντος ὡς εἴης ἂν οὐχ ὑπήκοος,
- τάσσειν δὲ μᾶλλον ἢ ἐπιτάσσεσθαι θέλοις.
- κλίθητι καὶ πίωμεν· ἐν τούτῳ δέ μου
- τὴν πεῖραν εὐθὺς λάμβαν’ εἰ κρείσσων ἔσῃ.
- τοῖς μὲν δικαίοις ἔνδικος, τοῖς δ’ αὖ κακοῖς
- πάντων μέγιστος πολέμιος κατὰ χθόνα.
- εἶα δή, [φίλον] ξύλον,
- ἔγειρέ μοι σεαυτὸ καὶ γίγνου θρασύ.
- βαυβῶμεν εἰσελθόντες· ἀπόμορξαι σέθεν
- τὰ δάκρυα.