Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- οὐκ ἂν προδοίην καίπερ ἄψυχον φίλον.
- . .σα λαιμὸν ἢ πεσοῦσ’ ἀπ’ ἰσθμίου
- κευθμῶνα πηγαῖον ὕδωρ
- ὅστις δὲ πάσας συντιθεὶς ψέγει λόγῳ
- γυναῖκας ἑξῆς, σκαιός ἐστι κοὺ σοφός·
- πολλῶν γὰρ οὐσῶν τὴν μὲν εὑρήσεις κακήν,
- τὴν δ’ ὥσπερ αὕτη λῆμ’ ἔχουσαν εὐγενές.
- οἳ γῆν ἔχουσ’ Εὐβοΐδα πρόσχωρον πόλιν
- ἔρωτες ἡμῖν εἰσὶ παντοῖοι βίου·
- ὃ μὲν γὰρ εὐγένειαν ἱμείρει λαβεῖν,
- τῷ δ’ οὐχὶ τούτου φροντίς, ἀλλὰ χρημάτων
- πολλῶν κεκλῆσθαι βούλεται πάτωρ δόμοις·
- ἄλλῳ δ’ ἀρέσκει μηδὲν ὑγιὲς ἐκ φρενῶν
- λέγοντι πείθειν τοὺς πέλας τόλμῃ κακῇ·
- οἳ δ’ αἰσχρὰ κέρδη πρόσθε τοῦ καλοῦ βροτῶν
- ζητοῦσιν· οὕτω βίοτος ἀνθρώπων πλάνη.
- ἐγὼ δὲ τούτων οὐδενὸς χρήζω τυχεῖν,
- δόξαν 〈δὲ〉 βουλοίμην ἂν εὐκλείας ἔχειν.
- οὐδεὶς γὰρ ἡμᾶς 〈ὅστις〉 ἐξαιρήσεται.
- Οὐκ ἔστιν ὅστις πάντ’ ἀνὴρ εὐδαιμονεῖ·
- ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,
- ἢ δυσγενὴς ὢν πλουσίαν ἀροῖ πλάκα.
- πολλοὺς δὲ πλούτῳ καὶ γένει γαυρουμένους
- γυνὴ κατῄσχυν’ ἐν δόμοισι νηπία.
- ποιητὴν δ’ ἄρα
- Ἔρως διδάσκει, κἂν ἄμουσος ᾖ τὸ πρίν.
- πεσὸν δέ νιν λέληθεν οὐδὲν ἐκ χερός,
- ἀλλ’ εὐθὺς αὐδᾷ τῷ Κορινθίῳ ξένῳ.
- τοιαῦτ’ ἀλύει· νουθετούμενος δ’ ἔρως
- μᾶλλον πιέζει
- ὦ παγκακίστη καὶ γυνή· τί γὰρ λέγων
- μεῖζόν σε τοῦδ’ ὄνειδος ἐξείποι τις ἄν;
- τίς ἄνδρα τιμᾷ ξεναπάτην;
- ἄνευ τύχης γάρ, ὥσπερ ἡ παροιμία,
- πόνος μονωθεὶς οὐκέτ’ ἀλγύνει βροτούς.
- πέλας δὲ ταύτης δεινὸς ἵδρυται Κράγος
- ἔνθηρος, ᾗ λῃστῆρσι φρουρεῖται . .
- κλύδωνι δεινῷ καὶ βροτοκτόνῳ βρέμει
- πτηνὸς πορεύσει
- βίος δὲ πορφυροῦς θαλάσσιος
- οὐκ εὐτράπεζος, ἀλλ’ ἐπάκτιοι φάτναι.
- ὑγρὰ δὲ μήτηρ, οὐ πεδοστιβὴς τροφὸς
- θάλασσα· τήνδ’ ἀροῦμεν, ἐκ ταύτης βίος
- βρόχοισι καὶ πέδαισιν οἴκαδ’ ἔρχεται.
- κομίζετ’ εἴσω τήνδε· πιστεύειν δὲ χρὴ
- γυναικὶ μηδὲν ὅστις εὖ φρονεῖ βροτῶν.
- ὁ δ’ εἰς τὸ σῶφρον ἐπ’ ἀρετήν τ’ ἄγων ἔρως
- ζηλωτὸς ἀνθρώποισιν· ὧν εἴην ἐγώ.
- χαίρω σέ τ’, ὦ βέλτιστον Ἀλκμήνης τέκος,
- . . .τὸν τε μιαρὸν ἐξολωλότα.
- ἑλίσσων