Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. Οὐκ ἔστιν ὅστις πάντ’ ἀνὴρ εὐδαιμονεῖ·
  2. ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,
  3. ἢ δυσγενὴς ὢν πλουσίαν ἀροῖ πλάκα.
  1. πολλοὺς δὲ πλούτῳ καὶ γένει γαυρουμένους
  2. γυνὴ κατῄσχυν’ ἐν δόμοισι νηπία.
  1. ποιητὴν δ’ ἄρα
  2. Ἔρως διδάσκει, κἂν ἄμουσος ᾖ τὸ πρίν.
  1. πεσὸν δέ νιν λέληθεν οὐδὲν ἐκ χερός,
  2. ἀλλ’ εὐθὺς αὐδᾷ τῷ Κορινθίῳ ξένῳ.
  1. τοιαῦτ’ ἀλύει· νουθετούμενος δ’ ἔρως
  2. μᾶλλον πιέζει
  1. ὦ παγκακίστη καὶ γυνή· τί γὰρ λέγων
  2. μεῖζόν σε τοῦδ’ ὄνειδος ἐξείποι τις ἄν;
  1. τίς ἄνδρα τιμᾷ ξεναπάτην;
  1. ἄνευ τύχης γάρ, ὥσπερ ἡ παροιμία,
  2. πόνος μονωθεὶς οὐκέτ’ ἀλγύνει βροτούς.
  1. πέλας δὲ ταύτης δεινὸς ἵδρυται Κράγος
  2. ἔνθηρος, ᾗ λῃστῆρσι φρουρεῖται . .
  3. κλύδωνι δεινῷ καὶ βροτοκτόνῳ βρέμει
  4. πτηνὸς πορεύσει
  1. βίος δὲ πορφυροῦς θαλάσσιος
  2. οὐκ εὐτράπεζος, ἀλλ’ ἐπάκτιοι φάτναι.
  3. ὑγρὰ δὲ μήτηρ, οὐ πεδοστιβὴς τροφὸς
  4. θάλασσα· τήνδ’ ἀροῦμεν, ἐκ ταύτης βίος
  5. βρόχοισι καὶ πέδαισιν οἴκαδ’ ἔρχεται.
  1. κομίζετ’ εἴσω τήνδε· πιστεύειν δὲ χρὴ
  2. γυναικὶ μηδὲν ὅστις εὖ φρονεῖ βροτῶν.
  1. ὁ δ’ εἰς τὸ σῶφρον ἐπ’ ἀρετήν τ’ ἄγων ἔρως
  2. ζηλωτὸς ἀνθρώποισιν· ὧν εἴην ἐγώ.
  1. χαίρω σέ τ’, ὦ βέλτιστον Ἀλκμήνης τέκος,
  2. . . .τὸν τε μιαρὸν ἐξολωλότα.
  1. ἑλίσσων