Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. ἄξιος δ’ ἐμὸς
  2. γαμβρὸς κέκλησαι παῖδά μοι ξυνοικίσας.
  1. οὐ γὰρ θέμις βέβηλον ἅπτεσθαι δόμων
  1. πέπονθεν οἷα καὶ σὲ καὶ πάντας μένει.
  1. πόλλ’ ἐλπίδες ψεύδουσι καὶ λόγοι βροτούς.
  1. οὐ θαῦμ’ ἔλεξας θνητὸν ὄντα δυστυχεῖν.
  1. ὦ παῖδες οἷον φίλτρον ἀνθρώποις φρενός
  1. κοινὸν γὰρ εἶναι χρῆν γυναικεῖον λέχος.
  1. δυοῖν λεγόντοιν, θατέρου θυμουμένου,
  2. ὁ μὴ ἀντιτείνων τοῖς λόγοις σοφώτερος.
  1. οὐκ ἂν προδοίην καίπερ ἄψυχον φίλον.
  1. . .σα λαιμὸν ἢ πεσοῦσ’ ἀπ’ ἰσθμίου
  2. κευθμῶνα πηγαῖον ὕδωρ
  1. ὅστις δὲ πάσας συντιθεὶς ψέγει λόγῳ
  2. γυναῖκας ἑξῆς, σκαιός ἐστι κοὺ σοφός·
  3. πολλῶν γὰρ οὐσῶν τὴν μὲν εὑρήσεις κακήν,
  4. τὴν δ’ ὥσπερ αὕτη λῆμ’ ἔχουσαν εὐγενές.
  1. οἳ γῆν ἔχουσ’ Εὐβοΐδα πρόσχωρον πόλιν
  1. ἔρωτες ἡμῖν εἰσὶ παντοῖοι βίου·
  2. ὃ μὲν γὰρ εὐγένειαν ἱμείρει λαβεῖν,
  3. τῷ δ’ οὐχὶ τούτου φροντίς, ἀλλὰ χρημάτων
  4. πολλῶν κεκλῆσθαι βούλεται πάτωρ δόμοις·
  5. ἄλλῳ δ’ ἀρέσκει μηδὲν ὑγιὲς ἐκ φρενῶν
  6. λέγοντι πείθειν τοὺς πέλας τόλμῃ κακῇ·
  7. οἳ δ’ αἰσχρὰ κέρδη πρόσθε τοῦ καλοῦ βροτῶν
  8. ζητοῦσιν· οὕτω βίοτος ἀνθρώπων πλάνη.
  9. ἐγὼ δὲ τούτων οὐδενὸς χρήζω τυχεῖν,
  10. δόξαν 〈δὲ〉 βουλοίμην ἂν εὐκλείας ἔχειν.
  1. οὐδεὶς γὰρ ἡμᾶς 〈ὅστις〉 ἐξαιρήσεται.