Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. μόμφος
  1. ὅστις νέμει κάλλιστα τὴν αὑτοῦ φύσιν,
  2. οὗτος σοφὸς πέφυκε πρὸς τὸ συμφέρον.
  1. οἱ τὰς τέχνας δ’ ἔχοντες ἀθλιώτεροι
  2. τῆς φαυλότητος· καὶ γὰρ ἐν κοινῷ ψέγειν
  3. ἅπασι κεῖσθαι δυστυχὲς κοὐκ εὐτυχές.
  1. ἔα ἔα·
  2. ὁρῶ γ’ ἐπ’ ἀκταῖς νομάδα κυματοφθόρον
  3. ἁλιαίετον· τὸν παῖδα χερσεύειν μόρος.
  4. εἰ μὲν γὰρ ἐκ γῆς εἰς θάλασσαν ἔπτατο
  5. ὁ κύματ’ οἰκῶν ὄρνις, ἡρμήνευσεν ἂν
  6. τὸν παῖδ’ ἐν ὑγροῖς κύμασιν τεθνηκέναι·
  7. νῦν δ’ ἐκλιπὼν ἤθη τε καὶ νομὸν βίου
  8. δεῦρ’ ἔπτατ’ · οὐκ οὖν ἔσθ’ ὁ παῖς ἐν οἴδμασιν.
  1. φεῦ φεῦ, τὸ γῆρας ὡς ἔχει πολλὰς νόσους.
  1. τίς δ’ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,
  2. τὸ κατθανεῖν δὲ ζῆν κάτω νομίζεται;
  1. μάτην γὰρ οἴκῳ σὸν τόδ’ ἐκβαίη τέλος
  1. . . .ἀνθρώπων δὲ μαίνονται φρένες,
  2. δαπάνας ὅταν θανοῦσι πέμπωσιν κενάς.
  1. πλουτεῖς, τὰ δ’ ἄλλα μὴ δόκει ξυνιέναι·
  2. ἐν τῷ γὰρ ὄλβῳ φαυλότης ἔνεστί τις,
  3. πενία δὲ σοφίαν ἔλαχε διὰ τὸ συγγενές.
  1. οὐ γὰρ παρὰ κρατῆρα καὶ θοίνην μόνον
  2. τὰ χρήματ’ ἀνθρώποισιν ἡδονὰς ἔχει,
  3. ἀλλ’ ἐν κακοῖσι δύναμιν οὐ μικρὰν φέρει.
  1. βαρὺ τὸ φόρημ’ οἴησις ἀνθρώπου κακοῦ.
  1. ὅταν κακός τις ἐν πόλει πράσσῃ καλῶς,
  2. νοσεῖν τίθησι τὰς ἀμεινόνων φρένας,
  3. παράδειγμ’ ἐχόντων τὴν κακῶν ἐξουσίαν.
  1. συγγνώμονάς τοι τοὺς θεοὺς εἶναι δόκει,
  2. ὅταν τις ὅρκῳ θάνατον ἐκφυγεῖν θέλῃ
  3. ἢ δεσμὸν ἢ βίαια πολεμίων κακά,
  4. ἢ παισὶν αὐθένταισι κοινωνῇ δόμων.
  5. ἤτἄρα θνητῶν εἰσιν ἀσυνετώτεροι
  6. ἢ τἀπιεικῆ πρόσθεν ἡγοῦνται δίκης.
  1. διαβάλλω