Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. τὸ γῆρας, ὦ παῖ, τῶν νεωτέρων φρενῶν
  2. σοφώτερον πέφυκε κἀσφαλέστερον,
  3. ἐμπειρία τε τῆς ἀπειρίας κρατεῖ
  1. κλύετ’ ὦ μοῖραι Διὸς αἵ τε παρὰ
  2. θρόνον ἀγχοτάτω θεῶν ἑζόμεναι
  1. . .τὰ δ’ ἔνθεν οὐκέτ’ ἂν φράσαι λόγῳ
  2. δακρύων δυναίμην χωρίς
  1. πάρεσμεν, ἀλλ’ οὐκ ᾐσθάνου παρόντα με.
  1. βοάσομαί τἄρα τὰν ὑπέρτονον
  2. βοάν· ἰώ, πύλαισιν ἤ τις ἐν δόμοις;
  1. ἀρκεῖ
  1. οὐ τὸν σὸν ἔκταν πατέρα, πολέμιόν γε μήν.
  1. δήμῳ δὲ μήτε πᾶν ἀναρτήσῃς κράτος
  2. μήτ’ αὖ κακώσῃς, πλοῦτον ἔντιμον τιθείς,
  3. μηδ’ ἄνδρα δήμῳ πιστὸν ἐκβάλῃς ποτὲ
  4. μηδ’ αὖξε καιροῦ μείζον’, οὐ γὰρ ἀσφαλές,
  5. μή σοι τύραννος λαμπρὸς ἐξ ἀστοῦ φανῇ.
  6. κόλουε δ’ ἄνδρα παρὰ δίκην τιμώμενον·
  7. πόλει γὰρ εὐτυχοῦντες οἱ κακοὶ νόσος.
  1. εἰσὶν γὰρ εἰσὶ διφθέραι μελεγγραφεῖς
  2. πολλῶν γέμουσαι Λοξίου γηρυμάτων
  1. μηλοσφαγεῖ τε δαιμόνων ἐπ’ ἐσχάραις
  1. . . .καὶ κάταιθε χῶτι λῇς πόει.
  1. ἐγὼ δὲ Σαρδιανός, οὐκέτ’ Ἀργόλας
  1. πολὺς δὲ κοσσάβων ἀραγμὸς
  2. Κύπριδος προσῳδὸν ἀχεῖ
  3. μέλος ἐν δόμοισιν.
  1. πολλῶν τὰ χρήματ’ αἴτι’ ἀνθρώποις κακῶν.