Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. τὸ δ’ ἔσχατον δὴ τοῦτο θαυμαστὸν βροτοῖς
  2. τυραννίς, οὐχ εὕροις ἂν ἀθλιώτερον.
  3. φίλους τε πορθεῖν καὶ κατακτανεῖν χρεών,
  4. πλεῖστος φόβος πρόσεστι μὴ δράσωσί τι.
  1. οὐκ ἔστι τὰ θεῶν ἄδικ’, ἐν ἀνθρώποισι δὲ
  2. κακοῖς νοσοῦντα σύγχυσιν πολλὴν ἔχει.
  1. ὁρῶσι δ’ οἱ διδόντες εἰς τὰ χρήματα.
  1. ἐν τοῖσι μὲν δεινοῖσιν ὡς φίλοι φίλων·
  2. ὅταν δὲ πράξωσ’ εὖ, διωθοῦνται χάριν
  3. αὐτοὶ δι’ αὑτοὺς εὐτυχεῖν ἡγούμενοι.
  1. ὁ γὰρ ξυνὼν κακὸς μὲν ἢν τύχῃ γεγώς,
  2. τοιούσδε τοὺς ξυνόντας ἐκπαιδεύεται,
  3. χρηστοὺς δὲ χρηστός· ἀλλὰ τὰς ὁμιλίας
  4. ἐσθλὰς διώκειν, ὦ νέοι, σπουδάζετε.
  1. φθείρου· τὸ γὰρ δρᾶν οὐκ ἔχων λόγους ἔχεις.
  1. ἀντεμμάσασθαι
  1. ἀρταμεῖν
  1. εὐστόχως
  1. κατηβολή
  1. λύσιμον
  1. ὄβρια
  1. οὐκ ἔστιν ἀνθρώποισι τοιοῦτος σκότος,
  2. οὐ χῶμα γαίας κλῃστόν, ἔνθα τὴν φύσιν
  3. ὁ δυσγενὴς κρύψας ἂν εἴη σοφός.
  1. τὸν ὄλβον οὐδὲν οὐδαμοῦ κρίνω βροτοῖς,
  2. ὅν γ’ ἐξαλείφει ῥᾷον ἢ γραφὴν θεός.