Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. ἐμοὶ πατρὶς μὲν Ἄργος, ὄὔομα δ’ Ἡρακλῆς,
  2. θεῶν δὲ πάντων πατρὸς ἐξέφυν Διός·
  3. ἐμῇ γὰρ ἦλθε μητρὶ κεδνὸν εἰς λέχος
  4. Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο.
  5. ἥκω δὲ δεῦρο πρὸς βίαν Εὐρυσθέως.
  1. ἵνα πλημοχόας τάσδ’ εἰς χθόνιον
  2. χάσμ’ εὐφήμως προχέωμεν
  1. σὲ τὸν αὐτοφυᾶ τὸν ἐν αἰθερίῳ
  2. ῥύμβῳ πάντων φύσιν ἐμπλέξανθ’,
  3. ὃν πέρι μὲν φῶς, πέρι δ’ ὀρφναία
  4. νὺξ αἰολόχρως, ἄκριτός τ’ ἄστρων
  5. ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει
  1. ἀκάμας τε χρόνος περί γ’ ἀενάῳ
  2. ῥεύματι πλήρης φοιτᾷ τίκτων
  3. αὐτὸς ἑαυτόν, δίδυμοί τ’ ἄρκτοι
  4. ταῖς ὠκυπλάνοις πτερύγων ῥιπαῖς
  5. τὸν Ἀτλάντειον τηροῦσι πόλον
  1. αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις
  1. οὐκ οὖν τὸ μὴ ζῆν κρεῖσσόν ἐστ’ ἢ ζῆν κακῶς;
  1. τρόπος δὲ χρηστὸς ἀσφαλέστερος νόμου·
  2. τὸν μὲν γὰρ οὐδεὶς ἂν διαστρέψαι ποτὲ
  3. λόγος δύναιτο, τὸν δ’ ἄνω τε καὶ κάτω
  4. ῥήτωρ σπαράσσων πολλάκις λυμαίνεται.
  1. ὁ πρῶτος εἰπὼν οὐκ ἀγυμνάστῳ φρενὶ
  2. ἔρριψεν ὅστις τόνδ’ ἐκαίνισεν λόγον,
  3. ὡς τοῖσιν εὖ φρονοῦσι συμμαχεῖ τύχη.
  1. ἔφεξις
  1. θρᾶξαι
  1. Μήδεια πρὸς μὲν δώμασιν τυραννικοῖς
  1. τί χρῆμα δράσας; φράζε μοι σαφέστερον.
  1. αἰνῶ· διδάξαι δ’ ὦ τέκνον σε βούλομαι.
  2. ὅταν μὲν ᾖς παῖς, μὴ πλέον παιδὸς φρονεῖν,
  3. ἐν παρθένοις δὲ παρθένου τρόπους ἔχειν,
  4. ὅταν δ’ ὑπ’ ἀνδρὸς χλαῖναν εὐγενοῦς πέσῃς,
  5. .  .  .  .  .  .  .  .  .  .  .  .
  6. τὰ δ’ ἄλλ’ ἀφεῖναι μηχανήματ’ ἀνδράσιν.
  1. πρὸς κέντρα μὴ λάκτιζε τοῖς κρατοῦσί σου.