Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. ὁ πλεῖστα πράσσων πλεῖσθ’ ἁμαρτάνει βροτῶν.
  1. ἐγὼ μὲν εὖτ’ ἂν τοὺς κακοὺς ὁρῶ βροτῶν
  2. πίπτοντας, εἶναι φημὶ δαιμόνων γένος.
  1. τὰ τῆς γε λήθης φάρμακ’ ὀρθώσας μόνος,
  2. ἄφωνα φωνήεντα συλλαβὰς τιθεὶς
  3. ἐξηῦρον ἀνθρώποισι γράμματ’ εἰδέναι,
  4. ὥστ’ οὐ παρόντα ποντίας ὑπὲρ πλακὸς
  5. τἀκεῖ κατ’ οἴκους πάντ’ ἐπίστασθαι καλῶς,
  6. παισίν τ’ ἀποθνῄσκοντα χρημάτων μέτρον
  7. γράψαντας εἰπεῖν, τὸν λαβόντα δ’ εἰδέναι.
  8. ἃ δ’ εἰς ἔριν πίπτουσιν ἀνθρώποις κακὰ
  9. δέλτος διαιρεῖ, κοὐκ ἐᾷ ψευδῆ λέγειν.
  1. πάλαι πάλαι δή σ’ ἐξερωτῆσαι θέλων,
  2. σχολή μ’ ἀπεῖργε
  1. Ἀγάμεμνον, ἀνθρώποισι πᾶσιν αἱ τύχαι
  2. μορφὴν ἔχουσι, συντρέχει δ’ εἰς ἓν τόδε·
  3. τούτου δὲ πάντες, οἵ τε μουσικῆς φίλοι
  4. ὅσοι τε χωρὶς ζῶσι, χρημάτων ὕπερ
  5. μοχθοῦσιν, ὃς δ’ ἂν πλεῖστ’ ἔχῃ σοφώτατος.
  1. στρατηλάται τἄν μυρίοι γενοίμεθα,
  2. σοφὸς δ’ ἂν εἷς τις ἢ δύ’ ἐν μακρῷ χρόνῳ.
  1. εἰ τῶν πολιτῶν οἶσι νῦν πιστεύομεν,
  2. τούτοις ἀπιστήσαιμεν, οἷς δ’ οὐ χρώμεθα,
  3. τούτοισι χρησαίμεσθ’, ἴσως σωθεῖμεν ἄν.
  1. ὅστις λέγει μὲν εὖ, τὰ δ’ ἔργ’ ἐφ’ οἷς λέγει
  2. αἴσχρ’ ἐστί, τούτου τὸ σοφὸν οὐκ αἰνῶ ποτέ.
  1. εἷς τοι δίκαιος μυρίων οὐκ ἐνδίκων
  2. κρατεῖ τὸ θεῖον τὴν δίκην τε συλλαβών.
  1. τοῦ γὰρ δικαίου κὰν βροτοῖσι κἀν θεοῖς
  2. ἀθάνατος ἀεὶ δόξα διατελεῖ μόνου.
  1. Θύσαν Διονύσου
  2. κόραν, ὃς ἀν’ Ἴδαν
  3. τέρπεται σὺν ματρὶ φίλᾳ
  4. τυμπάνων 〈ἐπ’〉 ἰαχαῖς
  1. . . . κώπην χρυσόκολλον
  1. ἐκάνετ’ ἐκάνετε τὰν
  2. πάνσοφον, ὦ Δαναοί,
  3. τὰν οὐδέν’ ἀλγύνουσαν ἀηδόνα μουσᾶν.
  1. ἔμβολα