Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. . . . . .σὺ δὲ τρέφοντά 〈νιν〉 τρέφεις;
  1. πυκνοῖς δ’ ἔβαλλον Βακχίου τοξεύμασιν
  2. κάρα γέροντος· τὸν βαλόντα δὲ στέφειν
  3. ἐγὼ ἐτετάγμην, ἆθλα κοσσάβων διδούς.
  1. σχολὴ μὲν οὐχί, τῷ δὲ δυστυχοῦντί πως
  2. τερπνὸν τὸ λέξαι κἀποκλαύσασθαι πάλιν.
  1. ὅταν κακοὶ πράξωσιν, ὦ ξένοι, καλῶς,
  2. ἄγαν κρατοῦντες κοὺ νομίζοντες δίκην
  3. δώσειν ἔδρασαν πάντ’ ἐφέντες ἡδονῇ.
  1. 〈ΔΙΟΜ.〉 σὺ δ’ ὧδ’ ἔρημος ξυμμάχων ἀπόλλυσαι;
  2. 〈ΟΙΝ.〉 οἳ μὲν γὰρ οὐκέτ’ εἰσίν, οἱ δ’ ὄντες κακοί.
  1. ὡς οὐδὲν ἀνδρὶ πιστὸν ἄλλο πλὴν τέκνων·
  2. κέρδους δ’ ἕκατι καὶ τὸ συγγενὲς νοσεῖ.
  1. τὰς βροτῶν
  2. γνώμας σκοπῶν ὥστε Μαγνῆτις λίθος
  3. τὴν δόξαν ἕλκει καὶ μεθίησιν πάλιν.
  1. ἀθράνευτον
  1. ἀκρίζων
  1. ἀμηχανῶ δ’ ἔγωγε κοὐκ ἔχω μαθεῖν,
  2. εἴτ’ οὖν ἄμεινόν ἐστι γίγνεσθαι τέκνα
  3. θνητοῖσιν εἴτ’ ἄπαιδα καρποῦσθαι βίον.
  4. ὁρῶ γὰρ οἷς μὲν οὐκ ἔφυσαν, ἀθλίους·
  5. ὅσοισι δ’ εἰσίν, οὐδὲν εὐτυχεστέρους.
  6. καὶ γὰρ κακοὶ γεγῶτες ἐχθίστη νόσος,
  7. κἂν αὖ γένωνται σώφρονες, κακὸν μέγα,
  8. λυποῦσι τὸν φύσαντα μὴ πάθωσί τι.
  1. ἕν ἐστι πάντων πρῶτον εἰδέναι τουτί,
  2. φέρειν τὰ συμπίπτοντα μὴ παλιγκότως·
  3. χοὗτός γ’ ἀνὴρ ἄριστος αἵ τε συμφοραὶ
  4. ἧσσον δάκνουσιν. ἀλλὰ ταῦτα γὰρ λέγειν
  5. ἐπιστάμεσθα, δρᾶν δ’ ἀμηχάνως ἔχει.
  1. ἀλλ’ ἔστι γὰρ δὴ κὰν κακοῖσιν ἡδονὴ
  2. θνητοῖς ὀδυρμοὶ δακρύων τ’ ἐπιρροαί·
  3. ἀλγηδόνας δὲ ταῦτα κουφίζει φρενῶν
  4. καὶ καρδίας ἔλυσε τοὺς ἄγαν πόνους.
  1. τεκμαιρόμεσθα τοῖς παροῦσι τἀφανῆ.
  1. ὅστις δὲ θνητῶν βούλεται δυσώνυμον
  2. εἰς γῆρας ἐλθεῖν, οὐ λογίζεται καλῶς·
  3. μακρὸς γὰρ αἰὼν μυρίους τίκτει πόνους.