Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. ἑνὸς 〈δ’〉 ἔρωτος ὄντος οὐ μί’ ἡδονή·
  2. οἳ μὲν κακῶν ἐρῶσιν, οἳ δὲ τῶν καλῶν.
  1. νοῦν χρὴ θεᾶσθαι, νοῦν· τί τῆς εὐμορφίας
  2. ὄφελος, ὅταν τις μὴ φρένας καλὰς ἔχῃ;
  1. ἀλλ’ ἦμαρ 〈ἕν〉 τοι μεταβολὰς πολλὰς ἔχει.
  1. ἐκ τῶν ἀέλπτων ἡ χαρὰ μείζων βροτοῖς
  2. [φανεῖσα μᾶλλον ἢ τὸ προσδοκώμενον].
  1. φθόνος δ’ ὁ πολλῶν φρένα διαφθείρων βροτῶν
  2. ἀπώλεσ’ αὐτὸν κἀμὲ συνδιώλεσεν.
  1. πότερα γενέσθαι δῆτα χρησιμώτερον
  2. συνετὸν ἄτολμον ἢ θρασύν τε κἀμαθῆ;
  3. τὸ μὲν γὰρ αὐτῶν σκαιόν, ἀλλ’ ἀμύνεται,
  4. τὸ δ’ ἡσυχαῖον ἀργόν· ἐν δ’ ἀμφοῖν νόσος.
  1. ἐκμαρτυρεῖν γὰρ ἄνδρα τὰς αὑτοῦ τύχας
  2. εἰς πάντας ἀμαθές, τὸ δ’ ἐπικρύπτεσθαι σοφόν.
  1. πολλάς γ’ ὁ δαίμων τοῦ βίου μεταστάσεις
  2. ἔδωκεν ἡμῖν μεταβολάς τε τῆς τύχης.
  1. οὐ δῆκταί πως κύνες οἱ θεοί,
  2. ἀλλ’ ἡ Δίκη γὰρ καὶ διὰ σκότου βλέπει.
  1. ἀηδόνα
  1. ἄναρθρος
  1. ΔΙΟΜ. Ὦ γῆς πατρῴας χαῖρε φίλτατον πέδον
  2. Καλυδῶνος, ἔνθεν αἷμα συγγενὲς φυγὼν
  3. Τυδεύς, τόκος μὲν Οἰνέως, πατὴρ δ’ ἐμός,
  4. ᾢκησεν Ἄργος; παῖδα δ’ Ἀδράστου λαβὼν
  5. συνῆψε γένναν
  1. ἐγὼ δὲ πατρὸς αἷμ’ ἐτιμωρησάμην
  2. σὺν τοῖς ἐφηβήσασι τῶν ὀλωλότων
  1. ἀλλ’ ἄλλος ἄλλοις μᾶλλον ἥδεται τρόποις.