Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- ἀργὸς πολίτης κεῖνος, ὡς κακός γ’ ἀνήρ.
- ἴσως ἀλάστορ’ οὐκ ἐτόλμησεν κτανεῖν.
- Καλυδὼν μὲν ἥδε γαῖα, Πελοπίας χθονὸς
- ἐν ἀντιπόρθμοις πεδί’ ἔχουσ’ εὐδαίμονα·
- Οἰνεὺς δ’ ἀνάσσει τῆσδε γῆς Αἰτωλίας,
- Πορθάονος παῖς, ὅς ποτ’ Ἀλθαίαν γαμεῖ,
- Λήδας ὅμαιμον, Θεστίου δὲ παρθένον.
- Οἰνεύς ποτ’ ἐκ γῆς πολύμετρον λαβὼν στάχυν
- θύων ἀπαρχάς
- Μελέαγρε, μελέαν γάρ ποτ’ ἀγρεύεις ἄγραν
- καὶ κτῆμα δ’, ὦ τεκοῦσα, κάλλιστον τόδε,
- πλούτου δὲ κρεῖσσον· τοῦ μὲν ὠκεῖα πτέρυξ,
- παῖδες δὲ χρηστοί, κἂν θάνωσι, δώμασιν
- καλόν τι θησαύρισμα τοῖς τεκοῦσί τε
- ἀνάθημα βιότου κοὔποτ’ ἐκλείπει δόμους.
- δειλοὶ γὰρ ἄνδρες οὐκ ἔχουσιν ἐν μάχῃ
- ἀριθμόν, ἀλλ’ ἄπεισι κἂν παρῶσ’ ὅμως.
- ἡγησάμην οὖν, εἰ παραζεύξειέ τις
- χρηστῷ πονηρὸν λέκτρον, οὐκ ἂν εὐτεκνεῖν,
- ἐσθλοῖν δ’ ἀπ’ ἀμφοῖν ἐσθλὸν ἂν φῦναι γόνον.
- ἔνδον μένουσαν τὴν γυναῖκ’ εἶναι χρεὼν
- ἐσθλήν, θύρασι δ’ ἀξίαν τοῦ μηδενός.
- εἰ κερκίδων μὲν ἀνδράσιν μέλοι πόνος,
- γυναιξὶ δ’ ὅπλων ἐμπέσοιεν ἡδοναί·
- ἐκ τῆς ἐπιστήμης γὰρ ἐκπεπτωκότες
- κεῖνοί τ’ ἂν οὐδὲν εἶεν οὔθ’ ἡμεῖς ἔτι.
- κερκίδος ἀοιδοῦ μελέτας
- ἡ γὰρ Κύπρις πέφυκε τῷ σκότῳ φίλη,
- τὸ φῶς δ’ ἀνάγκην προστίθησι σωφρονεῖν.
- εἰ δ’ εἰς γάμους ἔλθοιμ’, ὃ μὴ τύχοι ποτέ,
- τῶν ἐν δόμοισιν ἡμερευουσῶν ἀεὶ
- βελτίον’ ἂν τέκοιμι λήμασιν τέκνα·
- ἐκ γὰρ πατρὸς καὶ μητρὸς ὅστις ἐκπονεῖ
- σκληρὰς διαίτας οἱ γόνοι βελτίονες.
- τό τοι κράτιστον, κἂν γονῇ κακός τις ᾖ,
- τοῦτ’ ἔστιν ἀρετή· τὸ δ’ ὄνομ’ οὐ διαφθερεῖ.
- μόνον δ’ ἂν ἀντὶ χρημάτων οὐκ ἂν λάβοις
- γενναιότητα κἀρετήν· καλὸς δέ τις
- κἂν ἐκ πενήτων σωμάτων γένοιτο παῖς.
- μισῶ γυναῖκα . . , ἐκ πασῶν δὲ σέ,
- ἥτις πονηρὰ τἄργ’ ἔχουσ’ 〈εἶτ’〉 εὖ λέγεις.
- ὡς ἡδὺ δούλοις δεσπότας χρηστοὺς λαβεῖν
- καὶ δεσπόταισι δοῦλον εὐμενῆ δόμοις.
- Τελαμὼν δὲ χρυσοῦν αἰετὸν πέλτης ἔπι
- πρόβλημα θηρός, βότρυσι δ’ ἔστεψεν κάρα,
- Σαλαμῖνα κοσμῶν πατρίδα τὴν εὐάμπελον.
- Κύπριδος δὲ μίσημ’, Ἀρκὰς Ἀταλάντη, κύνας
- καὶ τόξ’ ἔχουσα, πελέκεως δὲ δίστομον
- γένυν ἔπαλλ’ Ἀγκαῖος· οἱ δὲ Θεστίου
- παῖδες τὸ λαιὸν ἴχνος ἀνάρβυλοι ποδός,
- τὸ δ’ ἐν πεδίλοις, ὡς ἐλαφρίζον γόνυ
- ἔχοιεν, ὃς δὴ πᾶσιν Αἰτωλοῖς νόμος.
- σιδηροβριθές τ’ ἔλαβε δεξιᾷ ξύλον
- τοὺς ζῶντας εὖ δρᾶν· κατθανὼν δὲ πᾶς ἀνὴρ
- γῆ καὶ σκιά· τὸ μηδὲν εἰς οὐδὲν ῥέπει.