Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- τερπνὸν τὸ φῶς τόδ’· ὁ δ’ ὑπὸ γῆς Ἅιδου σκότος
- οὐδ’ εἰς ὄνειρον ἡδὺς ἀνθρώποις μολεῖν.
- ἐγὼ μὲν οὖν γεγῶσα τηλικήδ’ ὅμως
- ἀπέπτυσ’ αὐτὸ κοὔποτ’ εὔχομαι θανεῖν.
- τὸ μὲν γὰρ· ἐν φῶ, τὸ δὲ κάτω σκότος κακόν.
- ὁρᾷς σὺ νῦν δή μ’ ὡς ἐπράυνας, τύχη.
- φεῦ, τὰ τῶν εὐδαιμονούντων ὡς τάχιστα στρέφει θεός.
- εἰς ἀνδροβρῶτας ἡδονὰς ἀφίξεται
- κάρηνα πυρσαῖς γένυσι Μελανίππου σπάσας.
- ἀντήλιοι θεοί
- καθωσίωσε
- οὐρὰν δ’ ὑπίλασ’ ὑπὸ λεοντόπουν βάσιν
- καθίζετο. .
- ἡμεῖς δὲ Πολύβου παῖδ’ ἐρείσαντες πέδῳ
- ἐξομματοῦμεν καὶ διόλλυμεν κόρας.
- οὔτοι νόμισμα λευκὸς ἄργυρος μόνον
- καὶ χρυσός ἐστιν, ἀλλὰ κἀρετὴ βροτοῖς
- νόμισμα κεῖται πᾶσιν, ᾗ χρῆσθαι χρεών.
- μεγάλη τυραννὶς ἀνδρὶ τέκνα καὶ γυνή·
- ἴσην γὰρ ἀνδρὶ συμφορὰν εἶναι λέγω
- τέκνων θ’ ἁμαρτεῖν καὶ πάτρας καὶ χρημάτων
- ἀλόχου τε κεδνῆς, ὡς μόνον τῶν χρημάτων
- ἢ κρεῖσσόν ἐστιν ἀνδρί, σώφρον’ ἢν λάβῃ.
- ἄλλως δὲ πάντων δυσμαχώτατον γυνή.
- πᾶσα γὰρ δούλη πέφυκεν ἀνδρὸς ἡ σώφρων γυνή·
- ἡ δὲ μὴ σώφρων ἀνοίᾳ τὸν ξυνόνθ’ ὑπερφρονεῖ.
- πᾶσα γὰρ ἀνδρὸς κακίων ἄλοχος,
- κἂν ὁ κάκιστος
- γήμῃ τὴν εὐδοκιμοῦσαν.
- ἑνὸς 〈δ’〉 ἔρωτος ὄντος οὐ μί’ ἡδονή·
- οἳ μὲν κακῶν ἐρῶσιν, οἳ δὲ τῶν καλῶν.
- νοῦν χρὴ θεᾶσθαι, νοῦν· τί τῆς εὐμορφίας
- ὄφελος, ὅταν τις μὴ φρένας καλὰς ἔχῃ;
- ἀλλ’ ἦμαρ 〈ἕν〉 τοι μεταβολὰς πολλὰς ἔχει.
- ἐκ τῶν ἀέλπτων ἡ χαρὰ μείζων βροτοῖς
- [φανεῖσα μᾶλλον ἢ τὸ προσδοκώμενον].
- φθόνος δ’ ὁ πολλῶν φρένα διαφθείρων βροτῶν
- ἀπώλεσ’ αὐτὸν κἀμὲ συνδιώλεσεν.
- πότερα γενέσθαι δῆτα χρησιμώτερον
- συνετὸν ἄτολμον ἢ θρασύν τε κἀμαθῆ;
- τὸ μὲν γὰρ αὐτῶν σκαιόν, ἀλλ’ ἀμύνεται,
- τὸ δ’ ἡσυχαῖον ἀργόν· ἐν δ’ ἀμφοῖν νόσος.